ψειε, φεῦ τῆς ἐπομβρίας τῶν ῥημάτων. πόσα μὲν περὶ τῆς δεξαμενῆς, πόσα δὲ περὶ τῶν γυναικῶν, τίς ἦλθε; τίς οὐκ ἦλθε; τίς ἄνευ παιδισκαρίων; τίς αὐ- τοῖς παιδισκαρίοις; τίνι σπίλος ἦν ἐν τῷ σώματι; τίς ἐρρυμμένη καλῶς ἀπῄει; τίνι ῥυτίδες ἐπὶ τῆς μορφῆς;
1 2 3 τίνι τὸ πρόσωπον ἐψιμυθίωτο; τίς εὗρε νίτρον; τίς ἀπώλεσε σάνδαλον; τίς ἀνέτρεψε τῆς βαλανευτρίας τὴν ἐμπολήν; τὴν δοῦσαν ὀβολὸν τῷ βαλανεῖ, τὴν πλέον, τὴν ἔλαττον, τὴν οὐδέν, καὶ τὴν ἀπὸ τοῦ μὴ
δοῦναι προστίθησι μάχην.
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.