εἰς σιγὴν ἀμύθητα ὅσα καὶ λόγον ἐξεύρηκε καὶ διέξ- εισι μακρὸν περὶ τοῦ δεῖν ἄνδρα ὄντα λέγειν, εἰ δέ ποτε φθεγξαίμην, αἴρω τὴν φλόγα. εἶπόν ποτε ἐπανή- κειν τὸν στρατηγόν, ἡ δὲ ἁρπάσασα τὸν στρατηγὸν ἐκ μεσημβρίας εἰς ἑσπέραν οὐδὲν ἐπαύσατο πυνθανο-
μένη· πόσους δὲ ἄγων ἐξῆλθε; πόσους δ’ ἀπέ- βαλε; πόσων δ’ ἐκράτησε; τίνα δὲ ἐκράτησε τρόπον; ταξίαρχοι δὲ τίνες; φύλαρχοι δὲ τίνες; τὰ δὲ λάφυρα πόσα; πῶς ἔχει τὸ ναυτικόν; τί- νες τριήραρχοι; τίνες κυβερνῆται; ναῦται δὲ
πόσοι;
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.