σασα γὰρ ἥκειν αὑτῇ τὰς θεραπαίνας μανθάνειν ἑκά- στης ἠξίου τοὔνομα καὶ μητέρων καὶ πατέρων ἐμοῦ 1 2 3 4 5 6 παρόντος καὶ πόσα ἑκάστῃ παιδία γένοιτο καὶ πόσα τεθνήκοι. καὶ περὶ στρωμάτων ἐπυνθάνετο καὶ χύτρας καὶ ἀξίνης καὶ τορύνης καὶ ἀλεκτρυόνων ὁπόσους τρέ- φοιμεν. οὐδένα, ἔφην. οὐκ ἔστιν ἡμῖν ἀλεκτρυών.
οὐδὲ γὰρ ἀνέχομαι κοκκύζοντος, εἰ δὲ μὴ σιγή- σεις, οὐδὲ σοῦ. ἡ δὲ εὐθὺς προσέθηκεν ἔπαινον μακρὸν τοῦ ὄρνιθος καὶ ὅθεν εἰς ὄρνιν μεταβάλοι καὶ ὡς ἦν στρατιώτης, Ἄρεος ὀπαδός, καὶ ὡς μηνύει τοῦτο τῷ λόφῳ, τοῖς κέντροις, τῷ θυμῷ.
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.