τῆς ἐμῆς ἡλικίας κατήγορος δίκην τῆς εὐεργεσίας εἰσ- πράττεται δι’ ἣν αὐτῷ γραφὴ καὶ βῆμα καὶ λέγειν ἐπ’ ἐξουσίας, τῆς ἐλευθερίας τὰ σύμβολα. εἰ γὰρ τοῖς πολεμίοις κατὰ νοῦν ἐξέβη τὰ πράγματα καὶ Μεσήνης, ἐφ’ ᾗ μέγα φρονοῦμεν, κελεύουσι Θηβαίοις ὑπεχωρή-
σαμεν, ὅ τῇ μὲν ἐνίων προαιρέσει συμβάν, τῇ δὲ | παρ’ ἐμοῦ πρὸ τῶν κινδύνων προνοίᾳ κωλυθὲν 1 φαίνεται, τί προσδοκᾶν ὑπῆρχεν, εἰπέ μοι, χρηστόν; δουλεύειν Λακεδαιμονίους, ὦ Ζεῦ, Θηβαίοις ἐλείπετο μετὰ Πύλας καὶ Πλάταιαν καὶ τὰ πολλὰ τρόπαια τῶν
2 3 4 5 βαρβάρων.
ἔχοντες ἑτέραν ἀδοξίαν περιποιοῦσι τῇ πόλει. διδόασι γὰρ τοῖς βουλομένοις τῶν Ἑλλήνων ὑπονοεῖν ὧς Λακε- δαιμόνιοι τύχῃ νενικηκότες, οὐκ ἀρετῇ τοὺς οἰκείους ὑπὲρ ἀνδρίας εὐθύνουσι δέει τοῦ μὴ παθεῖν ἐπισφαλῆ τὴν προθυμίαν ἐν τοῖς κινδύνοις ἡγούμενοι. τούτου
χάριν γραφέσθω με νῦν ὁ βουλόμενος. οὐδέποτε γὰρ τὸ Σπαρτιάτης ὑπάρχειν ἑκὼν εἶναι προδώσω.
νενικηκὼς στεφανηφορεῖν καὶ τῆς Λακεδαίμονος σωτὴρ ὀνομάζεσθαι· νυνὶ δὲ δι’ ὧν εὐθυμεῖν τῇ πόλει καὶ τῷ κατηγόρῳ πεφιλοτίμηται μόνῳ κινδυνεύειν ἐμοὶ συνέβη τῷ δεδωκότι τῆς εὐημερίας τὴν πρόφασιν. ἀλλ’ 6 7 8 9 ἔνα μὴ ῥήμασι φενακίζειν δοκῶ τὴν ἀρετὴν σεμνύνων τὴν ἐμαυτοῦ, μικρὰ βούλομαι τοὺς πολλοὺς ὑπομνῆσαι πῶς εἶχεν ἐκ τοῦ παντὸς χρόνου τῇ πόλει τὰ πράγ- ματα καὶ πῶς προσηνέχθην τούτοις ἐγώ. γνώσεσθε γὰρ ἐκ τούτων σαφῶς εἴτε χάριτος ἄξια τυγχάνει τὰ
παρ’ ἡμῶν εἴτε τῷ κατηγόρῳ εὐλόγως τὰ τῆς γραφῆς μεμηχάνηται.
μῶντας τὸν θάνατον. ταύτην ἡμεῖς τὴν διάνοιαν ἐ̓χον- τες πανταχοῦ τρόπαια γῆς ἀνεστήσαμεν οὐδὲν | 10 εἶναι νομίζοντες, ὅτε μὴ σὺν ἀρετῇ τῶν ὅπλων ἀπτοί- μεθα. ἄμεινον γὰρ ἐδόκει δόξαν ἔχειν ἀθάνατον ἢ σωτηρίαν ἀπράγμονα τοῦτο φυλάττει τὴν πόλιν ἀτεί-
χιστον. ἐν ὅπλοις γὰρ ἡμεῖς ὁριζόμεθα τὴν ἀσφάλειαν.
11 12 13 14 μία πάντα μέν, ὧς εἰκός, κατορθοῦν. ἢν δέ που τύχης ἀγνωμοσύνῃ σφαλῇ, θαυμάζεται μὲν οὐδὲν ἧττον παρ’ οἷς ἀρετὴ τυγχάνει τὸ σπουδαζόμενον, ἐπανορθοῦται δὲ κατορθώμασι δευτέροις τὰ φθάσαντα. ῥᾷον γὰρ
ἀνδρία πέφυκεν ἀνακαλεῖσθαι τὰ πταίσματα χρησταῖς ἐλπίσι τὸν λογισμὸν θεραπεύουσα.
δυσχερῶν δῆλός ἐστι καὶ μέχρι τῆς ἀκοῆς αὐτῶν εὐφραινόμενος, οὐδ’ ἴνα τὰς συμφορὰς ὑπομνήσω τὴν πόλιν, ἀπώκνησα γὰρ ἂν ἐκείνων μνησθῆναι, νὴ τὸν Ἀγησίλαον τὸν ἐμόν, μὴ τῆς εὐκλείας ἡμεῖς τῶν προ- γόνων λείπεσθαι δόξωμεν, εἰ μὴ τοῖς δι’ ἐμοῦ πεπραγ-
μένοις παρεμυθούμην τὴν συμφοράν, ἀλλ’ ἔνα τὴν εὔνοιαν ἢν ἔχω περὶ τὴν πόλιν ἐνδείξωμαι.
φασίν, αὕτη τῆς ἀσφαλείας ἡ πρόφασις· εἰ δὲ φρονήματος ἔχεσθε καὶ | μετὰ πεῖραν Θη- 19 βαίων Λακωνικοῦ, πολέμῳ Μεσήνην μετὰ τῆς ὑμετέρας κτησόμεθα. ταῦτα Θηβαῖοι Λακεδαιμονίοις ἠπείλουν
ἐγίγνετο, τοὺς ἐπὶ τῶν Μηδικῶν ζηλώσαντας πρῶτον μὲν τοὺς πρέσβεις ἐμβάλλειν ἔνθα καὶ τοὺς ἀπὸ τῶν βαρβάρων οἱ πρόγονοι, εἶτα δὲ βουλῆς οὐ δεῖσθαι τὸ χρῆμα νομίσαντας δεῖξαι Θηβαίοις εὐθὺς ὡς οὐκ οἶδεν ἡ Σπάρτη πλημμελήμασιν ἀλόγου τύχης ὑποχωρεῖν.
ἐκκλησίας δὲ ὅμως καὶ βουλῆς ἐπὶ τούτοις οὐκ οἶδ’ ὅπως συμβάσης ἐγὼ μὲν ἐξ ἀρχῆς ἐσιώπων καὶ τοὺς 20 21 22 23 γεγηρακότας προσεδεχόμην ἄξιόν τι τοῦ γένους καὶ τῆς ἡλικίας προφέρειν, οἱ δὲ παρελθόντες εἰς μέσον λόγους διεξήρχοντο πρὸς ὑμᾶς, οὓς παρὰ Θηβαίοις, ἀλλὰ μὴ παρ’ ἡμῖν ἔδει ῥηθῆναι.
ποιήσασθαι τῶν πόνων ἀνάπαυλαν, ἕτερος ἐλευθἐ- ραν καταστῆσαι πολεμίων τὴν πόλιν, ἄλλος ἀφεῖναι Μεσήνην διὰ τὴν ἀνάγκην αὐτόνομον, ἤδη δέ τις εἰπεῖν, ὦ θεοί, Λακεδαιμονίοις τετόλμηκεν· ἄμαχοι Θηβαῖοι καὶ δεῖ κελεύουσι πείθεσθαι. Σέριφόν
τις οἰκεῖν τούτων ἀκούων, οὐ τὴν ἡμετέραν <ὰν> ὑπώπτευσε. δειναὶ γὰρ αἰ συμφοραὶ τοῦ παραμυθου- μένου χηρεύουσαι, δεῖ γάρ τι καὶ πρὸ τούτων εἰπεῖν, φρόνημα ταπεινῶσαι καὶ λίαν ὑπέρογκον.
ἦσαν φθεγγόμενοι, μόλις ἐπαύσαντο, ἐκάλει δὲ λοιπὸν ὁ κῆρυξ | τὸν ἀντερεῖν τούτοις βουλόμενον, ὑπή- 27 κουε δὲ τῶν παρόντων οὐδείς, ἐδήλουν δὲ πάντες σιωπῇ καλῶς ἔχειν ἀκονιτὶ παραδοῦναι Θηβαίοις τὸ τρόπαιον, ἐθρήνουν ἐγὼ καὶ τοὺς πάλαι κειμένους
ἀπεκάλουν εὐδαίμονας.
τῆς Σπάρτης τὸ φρόνημα. θαυμάσαντες ὑμεῖς, μᾶλλον δὲ τὸ ῥηθὲν ἐξαίφνης ἀποδεξάμενοι, πέφυκε γὰρ τὸ δαιμόνιον τοῖς ἐπιτηδεύουσιν ἀρετήν, κἂν <εἰ> λήθην τινὰ πρὸς βραχὺ λάβοιεν ἑαυτῶν, πάλιν ἀνα- 28 29 30 καλεῖσθαι τὴν εὔκλειαν, παρεκαλεῖτε πρὸς τὸ βῆμα φοιτᾶν καὶ λέγειν παρεκελεύσασθε τῷ νέῳ τὰ χρήσιμα.
νᾶσθαι γνώμην, τὸ γὰρ ἐθέλειν με τὸ δοκοῦν τῷ νόμῳ ποιεῖν ἐπεῖχε τὴν γλῶτταν καἰ ὀκνηρότερον ἀπειρ- γάζετο πρὸς τὴν τῶν δεόντων παραίνεσιν, ἔδωκε τὸ πλῆθος τὴν ἄδειαν καὶ παρελθὼν εἶπον ἐλεύθερόν τι καὶ τῶν προγόνων ἐπάξιον. ὑπέμνησα Λεωνίδου καὶ
τῶν τριακοσίων ἐκείνων καὶ πολεμεῖν παρῄνουν. ὑμεῖς δὲ εὐθὺς ἐπενεύσατε.
κατήγορος τὸ πραχθὲν καὶ ὧς οὐκ ἂν ἐγεγόνει σιω- πῶντος ἐμοῦ δικαίως ὁμολογεῖ, τὸν δεδωκότα δ’ ὅμως 31 τὴν | πρόφασιν ὡς οὐ δέον εἰρηκότα διώκει δυσχεραίνων, ὧς ἔοικεν, ὅτι μὴ Θηβαίοις δουλεύομεν.
τὸν σύμβουλον; οὐκοῦν καὶ Θηβαίοις ἔδει πεισθῆναι. ἀναβαλέσθαι τὸν πόλεμον;] <ούκ> ἐμπάζομαι. οὐ ται Λυκοῦργος τῶν ὑπηκόων ἰδεῖν τὴν πόλιν χηρεύ- ουσαν. εἰπὲ γάρ μοι, πρὸς θεῶν, πότερον τὸ λυσιτε- λοῦν σκοπῶν ἐνομοθέτει καὶ τίσι δεῖ λέγειν ἐπέτρεπεν
ἢ βασκαίνων ἁπλῶς τῇ ἡλικίᾳ τοῦ βήματος κεκώλυκε; δῆλον ὡς οὐδὲ <σὺ> διαμαρτάνων φήσεις ἀμελεῖν τοῦ συμφέροντος. εἰ δέ, ὅπερ ἔστιν, ἐπ’ ὠφελείᾳ κεῖσθαι τοὺς νόμους ὁμολογεῖς, πότερον αἱρετώτερον 35 36 37 38 ἦν φυλαχθῆναι τῇ Σπάρτῃ τὸ φρόνημα καὶ τὴν πόλιν ἄρχειν ὧνπερ καὶ πρότερον ἢ τοὐναντίον ἀνελεύθερον ἔχειν εἰρήνην, ἔνα μή μου τὸ δέον ἀνέχησθε συμβου- λεύοντος;
ἐτίθει τὸν νόμον, ἐγὼ δὲ πρὸς εὔκλειαν ὁμοῦ καὶ πρὸς ἀσφάλειαν ὁρῶν τῇ πόλει παρῄνεσα, δῆλον ὡς ἔργῳ φυλάττω τοὺς νόμους καὶ τὴν πολιτείαν εὐεργε- τῶ. πρὸς ὃ καὶ Λυκοῦργος ὁρῶν ἐνομοθέτει τοῖς Λά- κωσιν. ὁ γὰρ οἷς ὁ νόμος ἐθέλει τοῖς ἔργοις ὑπηρε-
τῶν οὗτος ἀκριβῶς τὸν σκοπὸν τοῦ νομοθέτου φυλάτ- τει, κἂν μὴ συμφωνεῖν δοκῇ τοῖς γράμμασι.
φῄς τὸ δέον ἐπίστασθαι, παρελθὼν εἶπέ τι Λακωνικὸν καὶ τῆς ἐμπειρίας τῶν πραγμάτων ἐπάξιον, δικαίως ἂν ἠγάπων τὴν σιωπήν· εἰ δὲ τούτων αἱρεῖσθαι δου- 39 λείαν παραινούντων αὐθαίρετον | ἐγὼ παρεσκεύ- ασα μετ’ ἐλευθερίας τὸ τρόπαιον, τίς οὐκ ἂν εὖ φρο- 40 41 42 νῶν οἴοιτο τὰ μὲν τῆς αἰτίας ἑτέροις, τὰ δὲ τῶν ἐπαί- νων ἐμοὶ περιλείπεσθαι δικαίως;
ἀναστὰς διεκώλυες; εἰ μὲν γὰρ καλῶς ἔχειν ἡγούμενος, τί νῦν μάτην μακρηγορεῖς, ὅτε καὶ τὸ τρόπαιον ἠκο- λούθησε τῶν ἐμῶν ἀποδεῖξαν λόγων τὸ χρήσιμον; εἰ δὲ τότε σιγήσας, ὅτε μᾶλλον ἀντιλέγειν ἐχρῆν, νῦν ἐφάνης οὐκ οἶδ’ ὅπως τῶν νόμων κηδόμενος, δῆλον
ὅτι τοῖς πεπραγμένοις φθονῶν τὴν κατηγορίαν πε- ποίησαι. σκόπει δὲ μὴ συκοφαντῶν ἐμὲ διαβάλλων ἁλῷς τὴν νίκην. δυσχεραίνων γὰρ ἐφ’ οἷς εὐτυχήκαμεν δίκας εἰσπράττεσθαι βιάζῃ τὴν πόλιν τὸν δεδωκότα τοῦ τροπαίου τὴν ἀφορμήν.
νίων, ἀλλ’ οὐκ ἀρετῇ φιλοτιμούμενος τρόπαια; μέχρι 43 44 τίνος Θηβαίοις συνηγορεῖς μόνης ἥττονας εἶναι τῆς τύχης ἀποκαλῶν; λίαν ἠγνόηκας ὅσον ἀλόγου τύχης καὶ προνοίας ἐστὶ τὸ διάφορον. ἡ μὲν γὰρ παρ’ ἐλπίδας ἔχει τὴν πρᾶξιν καὶ παρὰ τὴν ἀξίαν συμβαί-
νουσαν, ἡ δὲ καὶ πρὸ τῆς πείρας αὐτῆς ὧς παρὸν ἤδη θεωρεῖ τὸ γινόμενον.
εἰ δὲ καὶ τὸ συμβὰν προαγορεύσας τῆς βουλῆς οὐ διήμαρτον καὶ τῇ Σπάρτῃ τὸ τοῦ πολέμου τέλος τοῖς 45 προλαβοῦσι γέγονε | σύμφωνον, πῶς οὐ προνοίᾳ καὶ δυνάμει κρείττους τῶν πολεμίων γεγόναμεν;
πόλιν ὁ νόμος ἐπέφερεν, οὐδέποτ’ ἂν ἔγωγε τῆς κοι- νῆς εὐπραγίας τὴν ἐμὴν προτιμᾶν ἠνειχόμην ἀσφά- λειαν. πῶς γὰρ οὐκ ἄτοπον τὴν μὲν ἄλλην μεθ’ ὅπλων νεότητα προκινδυνεύειν τῆς πόλεως, ἐμὲ δὲ μηδὲ τῆς ἀπὸ τοῦ λέγειν κατηγορίας, εἰ δοκοῦν οὕτως εἴη τοῖς 46 47 συκοφάνταις, ἀνέχεσθαι τῆς ὅλης μέλλοντα τῇ πόλει σωτηρίας αἴτιον γίνεσθαι;
νέοι καιροῦ καλοῦντος παραπλησίως ἐμοὶ θρασυνό- μενοι, εἴ γε θράσος δεῖ τὴν παρρησίαν ὀνομάζειν τὴν εὔλογον. ἀπόκριναι γὰρ πυνθανομένῳ μοι παρελθών· τίνος ἕνεκεν ὁ νόμος εἴργει τοῦ βήματος τὴν νεότητα, τοῖς δὲ γεγηρακόσιν ἐπ’ ἀδείας λέγειν
δεδώρηται; ἢ δῆλον ὡς τοὺς μὲν εὖ φρονεῖν ὑπο- λαμβάνων καὶ δι’ ἐμπειρίαν τὸ λυσιτελοῦν εἰσηγεῖσθαι τῇ πόλει, τοὺς δὲ διαμαρτάνειν μήπω τῆς ἡλικίας πεπαιδευμένης εἰδέναι τὰ πράγματα;
ὠνησώμεθα τὴν εἰρήνην δουλείας ἐβόων οἱ γέ- ροντες, ἔξεστιν ἄγειν ἡσυχίαν ἀκίνδυνον. οὐ δεῖ τραυμάτων καὶ πολέμου τῇ Σπάρτῃ. ταῦτα τῆς σωφρονούσης ἡλικίας τὰ ῥήματα. ὦ πόνοι καὶ μάχαι καὶ τὰ σεμνὰ τῆς Λακεδαίμονος τρόπαια. ἀνανεοῦμαι
48 49 τῇ μνήμῃ τὸν Ὀθρυάδην ἐκεῖνον καὶ τουτουσὶ καλεῖν Λακεδαιμονίους αἰσχύνομαι.
νουμένην ἐκτήσατο. ἀναμνήσθητε τῶν ἐν Πύ- λαις ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων δεδωκότων τὰ σώματα. δικαστῇ γὰρ τῶν διαφορῶν ἀεὶ τῷ πολέμῳ χρωμένη δημοσιεύει τὴν ἀρετήν. τῆς γοῦν Ἑλλάδος παρ’ ἀξίαν ποτὲ μιᾷ πόλει δε-
δουλωμένης οἰκείαν συμφορὰν οἶ τότε Λα- 50 Λακεδαιμόνιοι | τὸ πάθος νομίσαντες πᾶν ὁτιοῦν πάσχειν ᾤοντο δεῖν ἢ περιιδεῖν τοὺς ἄλλους δουλεύοντας, καὶ ταῦτα δίκῃ τῶν Ἀθη- ναίων ἀξιούντων τὰ πράγματα κρίνεσθαι. εἶτα,
πρὸς θεῶν, ὑπὲρ μὲν ἄλλων ἔδει τοσοῦτον 51 52 53 ἀναδέξασθαι κίνδυνον, ὅπως δὲ μὴ δουλεύσω- μεν ἡμεῖς μηδὲ Θηβαῖοι Λακεδαιμονίων κρείτ- τους ἀμελετήτως γένωνται, ῥᾳθυμίαν τινῶν δίκαιόν ἐστιν εἰσηγουμένων ἀνέχεσθαι; καὶ τί λείπεται πλὴν ἀκονιτὶ διδόναι Θηβαίοις τὰ
πράγματα;
νίκης θαυμάζεσθαι καὶ μετὰ τὴν πεῖραν στεφάνων ἀξιοῦσθαι καὶ δωρεῶν.
ἐπέτρεψε. κατηγόρει τῶν σεσιωπηκότων ἅπερ ἐμὲ γράφῃ φθεγξάμενον. οὐδεὶς τὴν ἡμετέραν φωνήν, οἶς τὴν ἐξουσίαν ὁ νόμος ἔδωκεν, ὑπεκρίνατο. σὺ δὲ τὸν εὐεργέτην τῆς ἑτέρων ἁμαρτίας ἐθέλεις δίκην εἰσπράτ- τεσθαι, οὗ μᾶλλον τοῖς πράγμασιν ἔδει προσέχειν τὸν
54 55 56 νοῦν, ἀλλ’ οὐ τοὺς εἰρηκότας σε τίνες εἶεν περιεργά- ζεσθαι. τί γὰρ ἄμεινον ἕξειν οἴει τοῖς χρωμένοις τὰ πράγματα πρεσβύτου καὶ μὴ νέου τυχὸν εἰσηγησαμένου τὴν πρᾶξιν;
νόν με δι’ ὧν ὁμολογεῖς καθιστῶν, ἀλλ’ οὐκ ἡδικη- κότα τοῖς σοῖς ἐλέγχων ἐπιχειρήμασιν. ἐπαινῶν γὰρ τὸ πραχθὲν λανθάνεις σεμνύνων τὸν εἰσηγησάμενον τὸν κίνδυνον ὑποστῆναι. ἢ τοίνυν κακίζων τὴν πρᾶξιν διάβαλλε ἢ τὸ γεγονὸς τιμῶν ἀποδέχου τὸν αἴτιον.
ἐγώ, πῶς παρανόμων κατηγορεῖς δι’ ὅν οἱ νόμοι φυ- λάττονται τῆς πατρίδος καὶ σὺ τυγχάνεις ἐλεύθερος;
τὴν πόλιν, ἐφύλαξα Μεσήνην Λακεδαιμονίοις ἀκέ- ραιον, διεκώλυσα τὴν παρ’ Εὐρώτᾳ γενέσθαι Θηβαίοις 58 59 60 ὑπήκοον. τίνες οὖν αἰ τούτων ἀμοιβαί; κατηγορία καὶ δίκη καὶ προσδοκώμενος κίνδυνος. ἐκεῖνο δὲ προσθεὶς ὧδε καταβήσομαι· ἡ παροῦσα κρίσις ἢ πολ- λοὺς διδάξει προκινδυνεύειν τῆς πόλεως ἢ λόγον ποι- εῖσθαι ταύτης οὐδένα σιωπὴν τιμῶντας ἀπράγμονα.
61 62
Declamatio 24. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.