ὑφ’ ὑμῶν κελευομένῳ μὴ λέγειν. ἔτι δὲ καὶ τὸ τῆς γλώττης ἔθος ἐμαυτοῦ δέδοικα. ἐν ἄλλοις ἠσκήθην λόγοις. ἐὰν εἰς ἐκείνους καὶ νῦν ἐξολίσθω, πάλιν ᾠχόμην. ἐᾶτε δή με βεβαίως σιωπᾶν. εἰ μὲν φιλῶν τις ἐπιθυμεῖ μου πάλιν ἀκοῦσαι δημηγοροῦντος, φει- 2 3 σάσθω δούλου. ἔχει μου παλαιὰ ταῦτα ψηφίσματα, δη- μηγορίας δημοσίᾳ κειμένας. ἐκείνους ἀναγινωσκέτω τοὺς λόγους. εἰ δὲ μισῶν τις ἐμὲ πάρεστιν, ἱκανῶς ἔλαβε παρ’ ἐμοῦ δίκην. ἐξέδωκεν, ἀπώλεσε. καὶ μὴν τίνος οὐ μείζων αὕτη τιμωρία; ὁ δημηγόρος Δημοσθένης
σιωπὰ.
τᾶι. ὧς εἴ γε καὶ μικρὸν ἦν, εἶπον μὲν ἂν οὐδέν, ἐμάνην δ’ ἄν, ὡς Σόλων, κἀγώ. νῦν δὲ πάντα ἀνάλω- ται, τὰ εἴσω Πυλῶν, τὰ ἔξω, Χαλκιδεῖς, Φωκεῖς, Ἑλ- λήσποντος, Χερρόνησος, Δημοσθένης.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.