ἐμαυτὸν καὶ πρὸς τὴν ἐμαυτοῦ ψυχὴν εἰπών· Ἀθη- ναῖός εἰμι, Δημοσθένης εἰμί. ἄγε, ὧς εὐσχη- μόνως, ὡς καλῶς. ἅπασι μὲν ἀνθρώποις ἀναγ- καῖον τέλος, ἀπειλεῖ τὸν θάνατον ἡ φύσις, οὐδ’ ἔστιν ἀποδρᾶναι τὴν κοινὴν ἀνάγκην οὐδ’
ἐν τοῖς στεγανωτάτοις ἕρκεσι κατακεκρυμμέ- νον, πρέπει δὲ τοῖς ἀγαθοῖς ἀνδράσι τῆς μὲν ὑψηλῆς ἐλπίδος ἔχεσθαι, δέχεσθαι δὲ ἀσμένως ὅ τιπερ ἂν δοκῇ τῷ θεῷ, τοιαῦτα φιλοσοφήσας 1 παρὰ τὸν | Φίλιππον αὐτὸν εἰσηγόμην.
καὶ πεζέταιροι καὶ δορυφόροι, καὶ πολὺ μὲν πλῆ- θος αὐτῶν Μακεδόνων, πολὺ δὲ τῶν ἄλλων ἐπι- δημούντων κατὰ πρεσβείαν ἢ μουσικῆς ἐπίδειξιν ἢ μισθοφορίαν, Ἑλλήνων καὶ βαρβάρων. καὶ γὰρ Ἰλλυ- ριοὶ καὶ Παίονες καὶ Τριβαλλοὶ συνέδραμον ἰδεῖν
αἰχμάλωτον Δημοσθένην. ἦν δὲ πολλὴ σιωπὴ καὶ ὠθισμὸς τῶν ἄλλων θεατῶν.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.