Φωκέων ἠγόμην. ἦλθον οἱ διῳκισμένοι, συνέδραμον. ἦλθον γύναια καὶ παιδάρια καὶ πρεσβύται δυστυχεῖς. ἀλλήλοις συνεκλαύσαμεν. πολλοὶ μὲν οἱ Φωκέων κρη- μνοί, ἀλλὰ δεινῶς ἐτηρούμην. θέαμα καὶ Θεττα- λῶν ἐγενόμην, τῶν ἀνόμων Θετταλῶν, ἀλλ’ οὐδ’ ἐκεῖ-
νοί τι τοιοῦτον παρ’ αὑτοῖς γεγονὸς ἐμνημόνευον. ἀθρόοις δὲ τοῖς δήμοις ἐνετύγχανον ὑπὸ τῆς φή- 1 2 μὴς συνειλεγμένοις ἐπὶ τῷ παραδόξῳ θεάματι. παρ- ώδευσα τὰς τυραννικὰς οἰκίας, Ἅλον, Λάρισσαν, Φάρσαλον, δεσμώτης γέρων ἀκούων τὰς τιμωρίας ἃς δώσειν εἰκαζόμην.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.