πῆναι πελέκει καὶ τὴν γλῶτταν καταφαγεῖν πρὶν ἢ τοι- οῦτον εἰπεῖν λόγον ἢ γράψαι ψήφισμά τι. ἀλλ’ ὑπὲρ εἰρήνης; ἀλλ’ οὐ μόνοις ὑμῖν αὐτοῖς ἐσπείσατο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις ὠμόσαμεν αὐτήν, ὥστε καὶ τοῖς κλη- 1 2 ρονόμοις, ἐάνπερ ἄρα καὶ εὐορκεῖν βούλωνται, τούτων τῶν ἀγαθῶν μετέσται.
μὴ προσιόντος πρὸς τὸ βῆμα, τῶν δὲ πολιτεύεσθαι προσποιουμένων. τί λέγουσιν ὅλως ἢ γράφουσι τῶν πραγμάτων εἰς τοσαύτην ἡσυχίαν ἁπάντων τετελευτη- κότων; ἃ δ’ ἂν εἴποι τις καὶ γράψειε νῦν, ταῦτα καὶ γένοιτ’ ἂν προειπεῖν ἀπελθόντας, πέμψαι θεωρίαν εἰς
τὰ Ἀντιπάτρου Πύθια, καλεῖν τὸν βασιλέα πέμψαντας ἐπὶ μυστήρια. Αἰσχίνης εἰπάτω, Δημάδης γραψάτω. εἰ δὲ δεῖ τινος ἐκ Μακεδονίας, Ἀριστοδήμῳ, Νεοπτολέμῳ πρέπει. παραχωρῶ τοῖς ὑποκριταῖς ταύτης τῆς πολι- τείας. | ἐγὼ δὲ οὐδὲ ταῦτα τολμῶ.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.