ταῦτα ἀρκεῖ. ἀλλὰ πάλιν δημηγορῶ νῦν ἐγώ; τί λέ- γων; τί γράφων; οἷα καὶ τὰ πρόσθεν; ἀλλὰ μηδὲ ἐκεῖνα ὤφελον. ἀλλὰ ἐναντία ἐκείνοις; ἀλλ’ οὐκ ἂν δυναίμην. οὐχ οὕτω πάλιν φοβοῦμαι Φίλιππον ἢ φιλῶ Μακε- 1 2 3 δόνας. τί με κελεύεις λέγειν ἢ γράφειν; ἅ γὰρ ἐνδεῖν δοκεῖ, πάντως ταῦτα οἶσθα σύ. καὶ τί μὴ <σὺ> γεις ἢ γράφεις, ἀλλ’ ἐν ἐμοὶ καθάπερ Καρῶν τινι τὴν πεῖραν ποιῇ;
σὴς μοι γνώμης καὶ τύχης θρασύτερον, εἰρήσθω δ’ ὅμως. ἐγὼ γὰρ οὐδὲν ὁρῶ περὶ οὗ ἔτι πολιτεύσεταί τις. ὑπὲρ Ὀλυνθίων; κατ’ ἐσκάφησαν. ὑπὲρ Χαλκιδέων; ἑάλωσαν. ὑπὲρ τῶν ἐπὶ Θρᾴκης; ἔχει δεσπότην. ὑπὲρ Ἁλονήσου; κρατεῖται. ὑπὲρ Ἀμφιπόλεως; παρελήλυθεν.
ὑπὲρ Χερρονήσου; κατείληπται. ὑπὲρ Πελοποννήσου; συγχωροῦσι Κορίνθιοι, σιωπῶσι Λακεδαιμόνιοι. ὑπὲρ τῆς θαλάττης; περιπλεῖται βεβαίως. ὑπὲρ τῆς σιτο- πομπίας; οὐ φθονήσει Φίλιππος ὑμῖν τροφῶν ὁ μηδ’ ἐμοὶ σωτηρίας. ἀλλ’ ὑπὲρ Θετταλίας, ἣν παρελήλυθεν;
ἀλλ’ ὑπὲρ Φωκέων; ἤδη Φίλιππος ἀμφικτύων. ἀλλ’ 4 5 ὑπὲρ τῆς Θηβαίων συμμαχίας; τί δεῖ πολέμων ἔτι καὶ στρατοπέδων ὑμῶν Φιλίππῳ πάντα πειθομένων ἅπαν- τα κελεύοντι <καὶ> ὑπὸ ταῖς ἐπιστολαῖς ἤδη 6 μένων ταῖς ἐκείνου;
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.