κατὰ μὲν τὸ ὑμέτερον ἐκποδών εἰμι, τῇ δὲ Φιλίππου χάριτι καὶ φιλανθρωπίᾳ ζῶ καὶ περιέρχομαι. οὐ μήν, ἐπείπερ εἰς τὴν αὐτὴν πόλιν ἐπανήκω, τὸν αὐτὸν εἶναι νομιστέον. οὐδὲ <μὴ> ἐκεῖνό μοί τις εἴπῃ· τήγησεν Ἀριστείδης κατελθών. οὐ γὰρ Ἀριστείδην
ἐξεδώκατε. <πέλιν> ἐπολιτεύσατο παρ’ ὑμῖν κιβιάδης. οὐ γὰρ Ἀλκιβιάδην ὑμεῖς εἰς Σπάρτην ἐπέμψατε. ἐστρατήγει καὶ Κίμων μετὰ τὴν φυγήν. οὐ γὰρ ἐκεῖνον ἀφῆκε Φίλιππος. ἐγὼ δὲ ἀδοκήτως μὲν ἐκδοθείς, ἀδοκητότερον δὲ ἀφεθείς, ἂν μὴ σωφρο-
νῶ, θᾶττον οἰμώξομαι νῦν ἤ πάλαι.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.