ἀγωνιζομένου ’ς διαμένειν, ἀλλὰ καὶ ὁ Μίλων ἐπαύσατο καὶ ὁ Πολυδάμας τὴν ἄσκησιν κατελύσατο. παυέτω δὴ καὶ τοὺς τῆς πόλεως ἀθλητὰς γῆρας καὶ <καιρῶν> μεταβολὴ καὶ μεγάλα πταίσματα.
ἔθνος καὶ περίεργον καὶ λάλον καὶ ἀστράτευτον καὶ δειλοὶ καὶ ἀλαζόνες καὶ φιλόνεικοι καὶ φιλοπόλεμοι, κραυγῆς καὶ θορύβου πάντα πληροῦντες, ἔρημοι δὲ νοῦ καὶ τῶν ἀναγκαίων λογισμῶν, γλῶτται μόνον ἃς ὥσπερ αὐλῶν εἴ τις αὐτῶν ἀφέλοι, τἄλλ’ οὐδέν εἰσιν
ἢ ῥήματα καὶ σκιαί.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.