ἀδικούντων οὐδενὶ παρά γνώμην κελεύετε. καίτοι θαυ- 1 μαστόν, | ἐπεὶ μηδὲ τυραννίδες μηδὲ τριάκοντα. Κριτίας γοῦν σιωπᾶν μὲν ἐκέλευε Σωκράτει, λέγειν δὲ οὐδενί. ἔστι δὲ καὶ τῶν ποιητῶν ἀκούειν ποτὲ λε- γόντων ὡς ἀκίνδυνον γέρας εἴη τὸ τῆς σιωπῆς. νὴ 2 3 4 Δία, ἀλλ’ ᾧ μὲν οὐδὲ τὴν ἀρχὴν ἐπῆλθε λέγειν οὐδὲ δυνατὸς τοῦτο ποιεῖν οὐδὲ ἐπολιτεύσατο, συγγνώμην ἔχειν ὁ δῆμος εἴωθεν, ἐγὼ δὲ καὶ ῥήτωρ ὢν καὶ τάξας ἐμαυτὸν ταύτην τὴν τάξιν ἀναχωρῶν τῆς πολιτείας ἀδικεῖν νομίζομαι, ὥσπερ, εἰ πράξεως τις ἥψατο καὶ
προσῆλθέ τῳ τῶν ἐπιτηδευμάτων, ἀναγκαῖον ὂν ἐν τούτῳ καταβιοῦν, ἀλλ’ οὐ μέχρι τις βούλεται καὶ ἐγ- χωρεῖ, ταῦτα προκείμενα τοῖς ἐλευθέροις.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.