πὴν τοῖς ἑαλωκόσι, τοῖς ἐκδεδομένοις. ὡς ἔγωγε ἀπά- γεσθαι καὶ νῦν ἐκδίδοσθαι δοκῶ καὶ Φίλιππον βλέ- πειν καὶ ἐπ’ ἐκείνου λέγειν. οὐ γὰρ ἀνείθην γέ πως τῆς ἀπὸ τῶν συμβάντων ἐκπλήξεως οὐδὲ Ἀθήνησιν εἶναι δοκῶ, ἀλλὰ τὰς μὲν Ἀθήνας τοῦ Φιλίππου κἀ-
1 2 κεῖ τὸν Ἔλεον καὶ τὸν βωμὸν αὐτοῦ, τὸ δὲ βῆμά μοι τῆς Σκυθῶν ἐρημίας οὐδὲν δοκεῖ διαφέρειν καὶ τῶν ἱερείων τῶν ἐκεῖ, ἐφ’ οὗ τὸν λέγοντα χρυσόκερων καὶ κατεστεμμένον δεῖ τὸν θύσοντα περιμένειν, ὁπότε 5 πρόσεισι.
τῶν πρότερον μεταμέλει. τὰ δὲ δὴ νῦν καὶ πάντων " 3 ἕνεκεν ἀδυνάτως | μοι κομιδῆ πάντα ἔχει, μᾶλλον δέ, οὐδ’ ἄν τις εἴην ἔτι οὐδ’ ἂν εἶναι δοκοίην τοῖς εὖ φρονοῦσι. τίς γὰρ ἐγὼ Δημοσθένης; ἢ ποῖος Παι- ανιεύς; ἢ τίς ῥήτωρ; ἢ τίς Ἀθηναῖος; ἢ τίς μετὰ τὴν
ἔκδοσιν καὶ πομπήν; ὡς ἐκεῖνος μὲν τέθνηκεν ὁ Δη- 4 5 6 μοσθένης ὁ καὶ μὴ καλούντων καὶ μὴ δεομένων γρά- φων καὶ λέγων, ἐγὼ δὲ εἴδωλόν εἰμι παυσαμένου ῥή- τορος καὶ κῆρυξ φιλανθρωπίας Μακεδονικῆς καὶ Δη- μοσθένους ἐκείνου σκιά, τοσαύτην μόνον φωνὴν ἔχων ὅσον Φίλιππον ἐπαινέσαι.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.