σβεύων ὑγιῶς καὶ φιλοτιμίᾳ χορηγῶν καὶ τριηραρχῶν ἐθελοντὴς καὶ λυόμενος αἰχμαλώτους καὶ θυγατέρας συνεκδιδούς; ὁ πολλοὺς μὲν ἐλεῶν, ἐλέου δὲ οὐ τετυχη- κώς; ὁ νόμοις ὠφελῶν τὸ ναυτικόν; ὁ τὰς προσόδους αὔξων; ὁ τῇ συμμαχίᾳ προστιθείς; ὁ τῆς σιτοπομπίας
φύλαξ; ὁ κηρυττόμενος; ὁ στεφανούμενος; εἴπω τι τούτων ἄμεινον; ὁ ἐξαιτούμενος; ἃ τίνι τῶν πώποτε τῷ βωμῷ χρησαμένων ὑπῆρχεν; ἃ οὐδέν με ὀνῆσαι δεδύνηται. τοῦτον οὖν ὑπεριδόντες ἄλλον ἐλεήσετε; καὶ πῶς οὐ πολλῆς ἐμπληξίας;
Ἡρακλεῖ, τοῦτο δὲ τὸν ὑπὲρ τῶν νεκρῶν πρὸς Θη- βαίους ἄνδρας ἐπηρμένους τῇ νίκη καὶ διὰ τὴν παρ- οῦσαν τύχην τοιαῦτα ὑβρίζοντας. καίτοι καὶ εἰ σεμνὸς Ἡρακλῆς, ἀλλὰ τοῖς ἐκείνου παισὶν οὐδὲν περὶ ὑμᾶς οὔτε μικρὸν οὔτε μεῖζον ἐπεπόνητο. Ἄδραστος δὲ οὔτ’
αὐτὸς οὔθ’ ὁ τούτου πατὴρ Ταλαὸς χάριν ἦσαν οὐδε- μίαν τῇ πόλει προεισενεγκόντες, ἀλλ’ ἦν ταῦτα ἐλέου ψιλοῦ καὶ φιλανθρωπίας καὶ τοῦ πάσχειν τι πρὸς τοὺς ἱκετεύοντας.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.