λογισμοῖς ἐπὶ τὸν βωμὸν ἔδραμον καὶ παραχρῆμα πολλοὶ περιειστήκεισαν ἐπιτήδειοι καὶ συγγενεῖς, πάν- τες, ὦ Ἀθηναῖοι, δακρύοντες ὁρῶντες οἴῳ τρόπῳ Δη- μοσθένης Ἀθήνησιν ἐχθρῶν διαφεύγει χεῖρας, ἔμελλον δὲ ἄρα μηδὲ οὕτω διαφεύξεσθαι. τοσαύτη τις ἦν ὑπερ-
βολὴ τῆς ἐμῆς δυστυχίας. ὡς γὰρ εἶπον μὲν οἱ πρέ- σβεις ὑπὲρ ὧν ἧκον, συνεικον δὲ αὐτοῖς οἱ πολλὰ δὴ συνειρηκότες Μακεδόσι, τῶν δὲ ταὐτά μοι Ι φρο- 1 νούντων ὁ φόβος ἀφῃρεῖτο τὴν φωνήν, ἤγγελλε δέ τις εἰς τὸν δῆμον Δημοσθένην τὸν Παιανιέα κατα-
πεφευγέναι πρὸς τὸν Ἐλέου βωμόν, ἐψηφίσασθε, ὦ Ἀθηναῖοι, τὸ γενναῖον ἐκεῖνο ψήφισμα μάταιον εἶναι τὴν ἱκετείαν, λῆρον τὴν τοιαύτην ἐπικουρίαν, γέλωτα τὸν περὶ τοῦ βωμοῦ νόμον. ταῦτα γὰρ πάντα ἐνῆν ἐν τῷ δεῖν ἀποσπᾶν καὶ διδόναι τοῖς βουλομένοις λαβεῖν.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.