τετίμημαι παρὰ τῶν τοῖς πεσοῦσιν οἰκείων, ἐπὶ τὰς ὑπὲρ τῶν αἰχμαλώτων εὐθὺς ἐτραπόμην φροντίδας νομίζων καὶ τούτους οὐδὲν ἧττον ἀγαθοὺς καὶ οὐδε- μιᾷ κακίᾳ ταύτην ὑπομεῖναι τὴν τύχην, ἀλλ’ εἶναι τῆς ἀνδρείας αὐτῶν οὐ μικρὸν καὶ τοῦτο σύμβολον τὸ
1 2 μαχομένους ἁλῶναι. οἱ μὲν γὰρ δειλοὶ καὶ φοβούμενοι τὰ τραύματα συμπίπτειν μὲν οὐ τολμῶσιν, ἀρχομένης δὲ τῆς μάχης τὰ ὅπλα ῥίψαντες αὑτοὺς εἰώθασι σώζειν, οἶ δ’ ἀξιοῦντές τι δρᾶν καὶ συμβάλλοντες τὰς ἀσπίδας
καὶ σφῶν αὐτῶν ἀφειδοῦντες οὗτοι καὶ λαμβάνονται.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.