τὴν ὁδὸν λέγων οὐκ ἀνιάσομαι, ὅτι με ὡμολόγηκε Φίλιππος δισχιλίων Ἀθηναίων εἶναι τιμιώτερον. οὐ γάρ φησι μείζω μὲν ἐθέλειν δοῦναι, λαβεῖν δὲ ἐλάττω, ἀλλ’ ὅπερ οὐδεπώποτε ὑπὲρ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν ἐτόλμησα ἐγώ, τοῦτ’ ἐν ἑτέροις ῥήμασιν ὁ πολέ-
μιος διδάσκει. τοῦτ’ οὖν, ὅπερ ἔφην, οἴσει μοι παρα- μυθίαν.
1 2 3 4 μεθ’ ὧν οἱ πρόγονοι τὸν Μῆδον ἐνίκησαν ἀνυπό- στατον εἶναι δοκοῦντα, δοίητε τὸν ἄνθρωπον τοῦτον ἀπλῶς καὶ ἀδόλως ταύτην τὴν ἀλλαγὴν ποιήσασθαι πρὸς τὴν Ἀθηναίων πόλιν καὶ μη-
δὲν φενακισμοῦ μηδ’ ὧν εἴωθε μηδὲν <ἐκ> a αὑτοῦ φύσεως πρὸς τὸ πρᾶγμα τοῦτο προσε- νεγκεῖν. εἰκότως δὲ αὐτόν, οἶμαι, δέδοικα τὸν ἐν ταῖς συνθήκαις ἢ τοῖς ὅπλοις ἀδικήσαντα πλείω.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.