ἐπαινεῖ τὸν ἐχθρὸν ἐμέ. καὶ ἔγωγε ἐνεθυμήθην ὡς τὸ παρ’ ἀξίαν εὐτυχεῖν ἐξίστησι πολλάκις τοῦ φρονεῖν. ὁ γοῦν Φίλιππος οὐκ οἶδεν ὧς ἐν αὐτῷ τῷ ζητεῖν με λαβεῖν μάρτυς γίνεται τῆς ἐμῆς εἰς ὑμᾶς εὐνοίας καὶ μονονοὺ κηρύττει πρὸς ἅπαντας ὅτι διὰ τοῦτον μέν-
τοι τὸν ἄνθρωπον οὐ κεκράτηκα τῆς Ἀττικῆς, ἀλλ’ ἔτι μοχθῶ καὶ στρατεύομαι πάλαι πάντα δυνάμενος ἔχειν.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.