1 2 εἰ παρῆν μοι τοσοῦτον ἀργύριον. ἀλλ’ οὐκ ἔστι τοσ- οῦτον. τοσοῦτον λέγω; μικρὸν μὲν οὖν, 00 ἄνδρες Ἀθηναῖοι, πάνυ μικρόν. ἄνευ γὰρ τοῦ μηδὲ πολλοστὸν μέρος τῶν πατρῴων ἀπολαβεῖν αὐτὸ τοῦτο εἰς ὑμᾶς
ἀνήλωται, κέρδος δὲ πονηρὸν οὐδαμόθεν οὐδέν. τί λοιπόν; ἀντὶ χρημάτων εἰσενεγκεῖν τὴν ψυχήν.
καὶ οὐκ ἔξω ζημίας, δεῖ δὲ ὅμως φέρειν ἀντιτιθέντας τὸ κέρδος τῇ βλάβη. οὐχ ἕξετε ῥήτορα φιλόπονον, ἀλλ’ ἵξετε στρατιώτας πλείους. οὐκ ἀκούσεσθε λόγων καλῶν, ἀλλ’ ὄψεσθε τοὺς νῦν ἑτέρωθι. ἀλλὰ γὰρ ἠδίκηκα τοῖς λόγοις τοῦτον Ὑπερίδην τὸν βέλτιστον καὶ δημοτικώ-
τατον, καὶ εἴ τις ἄλλος ταὐτά μοι διαγέγονε φρονῶν.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.