συνήγαγεν. Ι ὁ χορηγῶν ἐκεῖνος ἐθελοντὴς 1 καὶ τριήρεις ἐπιδιδούς, ὁ τὴν Εὔβοιαν ἐλευθε- ρῶν, ὁ τὸν Ἑλλήσποντον ῥυόμενος, ὁ Χερρό- νησον σώζων, δι’ ὃν ἔπλεον πανταχόθεν οἱ στεφανώσοντες τὸν δῆμον, ὁ πᾶσι τοῖς ἐπεί-
γοῦσιν αὑτὸν ἀφειδῶς δεδωκὼς νῦν ἐξ αὐτοῦ φιλοτιμήσασθαι τοῦ σώματος ἔχων οὐκ ἠθἐ- λησε.
σθενες; ὅτι εἰσὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλοὶ 2 3 4 5 καὶ εἰωθότες, οὐ γὰρ <ἂν> α ἀρνησαίμην, χρόνου τινος δέονται· δεῖ δέ, οἶμαι, τάχους. οἷον ἂν εἴπω χρήματα δεῖν εἰσφέρειν, πείσω μέν, οὐδεὶς γὰρ οὕτως Ἀθηναίων οὔτ’ ὠμὸς οὔτ’ ἄπειρος τῆς ὑπὲρ τῶν δι-
καίων δαπάνης ὅστις ἂν τολμήσειε τὸ ἀνάλωμα φυγεῖν, εἰ γὰρ ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς εἰς κίνδυνον ἥκον- τες εἰσηνέγκατε προθύμως, πῶς ἄν, ὅθ’ ὑπέρ του τῶν πολιτῶν ἡ σπουδή, τὸ δοῦναι μικρὸν ἕκαστος ἀργύριον ζημίαν ἡγεῖσθε; ἀλλ’, ὁρᾶς, δεῖ μὲν νικῆσαι
ψήφισμα, δεῖ δὲ τοὺς εἰσπράττοντας τοῖς ὀφείλουσι προσελθεῖν <καὶ> α πρέσβεις ἑλέσθαι τὸν δῆμον διαλεξομένους Φιλίππῳ περὶ τῆς ἀνθρωπείας τύχης. ἡμερῶν ταῦτα πέντε ἢ δέκα ἢ καὶ πλειόνων, βαρὺ δέ, οἶμαι, τοῦτο τοῖς ποθοῦσι τοὺς αὑτῶν.
δὲ πολλαὶ καὶ εὐτρεπεῖς καὶ οὐδὲν λελύμανται Χαιρώ- νεια τοῖς κατὰ θάλατταν πράγμασιν οὐδ’ ἂν ἐνέγκαι Φίλιππος ὑμᾶς κακῶς ποιοῦντας τὴν ἑαυτοῦ, ἀλλ’ ἀποδώσει πιεζόμενος πρὸς τοῖς αἰχμαλώτοις καὶ χωρία καὶ πόλεις. ἀλλὰ πάλιν χρόνος καὶ πλείους ἡμέραι
τῶν ἐπὶ τὰς εἰσφοράς.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.