ἀσθενεστέραν ἀποφήνας τῶν τῆς πόλεως δικαίων, μι- σῶν δὲ συμπρέσβεις πονηροὺς καὶ οὐδὲν τῶν ἰδίων αἰδούμενος κατὰ τῶν ὑμῖν συμφερόντων νῦν ἀποστῶ τῆς ἀρχαίας εὐνοίας; τίνα μέλλων τῶν Ἑλλήνων λανθάνειν; οὐδὲ γὰρ αὖ τοῦτό γε ἔνεστιν εἰπεῖν ὡς
οὐκ εἰς πολλοὺς ἥξει τῆς ἐμῆς ῥᾳθυμίας ὁ λόγος οὐδ’ ὧς ἐν τοῖς περιχώροις τούτοις, Εὐβοεῦσι λέγω καὶ Θηβαίοις καὶ Μεγαρεῦσι, στήσεται τὸ τῆς αἰσχύνης.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.