δοῦναί τινα τοῖς ἐχθροῖς Ι μήτε κέρδος μήτε φόβον 4 μήτε καιροῦ δυσκολίαν, ἡμῶν δὲ ἕκαστον ὑπὲρ τῶν ὑμῖν συμφερόντων μηδὲν ὀκνεῖν.
πάντα τὸν χρόνον βεβιωμένοις τῇ πόλει. καὶ ποίοις ὀφθαλμοῖς ὀψόμεθα τοὺς Ἕλληνας καὶ τίνα καλὴν ἐροῦμεν τοῖς ἐρωτῶσι πρόφασιν; καὶ τοιαῦτα ἐροῦσί τινες. ἐγὼ δέ, εἰ μὲν ἔμελλε τοῦ δήμου τὸ ἔργον ἔσεσθαι καὶ ὑμεῖς ἐμοῦ κεκραγότος
καὶ τοὺς νόμους ἀναγινώσκοντος καὶ λέγοντος ἀδι- κεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Σόλωνα καὶ τὸν Δράκοντα καὶ τοὺς παραδεδομένους ὑμῖν ὑπὸ τῶν προγόνων κανόνας, ἐν οἷς ἐκεῖνοι μένον- τες ἐστράτευον ὑπὲρ ἀνθρώπων μηδὲν αὐτοῖς
προσηκόντων μηδ’ ἐσχηκότων ἄλλο πρὸς αὐτοὺς 5 6 7 δίκαιον πλὴν τῆς ἱκετείας μηδέν. καὶ τί δεῖ τοὺς Ἡρακλείδας ἢ τὸν Ἄδραστον λέγειν; ἀλλ’ ἐκεῖνοί γε καὶ βαρβάροις βοηθοῦντες ἐπλή- ρωσαν ναῦς, ὅπως μὴ ἐξῇ τοῖς ἰσχυροτέροις
ἀδικεῖν, ἐγὼ δὲ εἰ μηδὲν ἄλλο, Ἀθηναῖός εἰμι καὶ γεννήτας ὑμῖν παρασχοίμην ἂν καὶ φράτο- ρας καὶ μετέχω τοῦ ληξιαρχικοῦ γραμματείου, καὶ ταῦτα πάντες ἄν μοι μαρτυρήσαιεν <καὶ> παιδείαν καὶ πλείω τούτων ἴσως φέροντά τινα
φιλοτιμίαν. ἀλλ’ ἔμοιγε ἀρκεῖ τὸ γένος εἰπεῖν.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.