1 2 3 νέστατε Δημόσθενες, οὐκ ἔδοξας Ἀθηναίοις οὐδὲ προσαγγελίας ἄξιος. ἐφθόνησάν σοι καὶ τελευτῆς ἀναγκαίας. μή, πρὸς τῆς Ἀθηνᾶς, ὦ ἄν- δρες, μηδὲν ἐάσητε πραχθῆναι τούτων τῶν ἀτυχη-
μάτων, ἀλλ’ αὐτοὶ καταψηφίσασθε τὸν θάνατον.
οἰκουμένας, τὸν Πειραιέα μεστὸν σκαφῶν. οὐδεὶς ἐκεῖ Μακεδόνων ὁρμίζεται. κενὸς ὁ λιμὴν τριήρων πολεμίων. ἔχετε καὶ τεῖχος, ἔχετε καὶ συμμάχους. ἔστιν ὑμῖν καὶ χρήματα. πρὸ τούτων ἀπάντων ἐκεῖνο λογίσασθε· μίαν μάχην νενίκησθε. πολυάνθρωπός ἐστιν ἡ τῶν Ἀθη-
ναίων πόλις. οὐκ ἦσαν μόνοι τρισχίλιοι. ἐντεῦθεν ἐξέπλευσαν ἀπόστολοι πολλοί, ἐντεῦθεν συμμαχίαι γε- γόνασι πολλαί.
Declamatio 20. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.