καταλείπω μόνην. ἐάσατέ με ὑπὸ τῶν ταύτης ταφῆναι χειρῶν. ἀγήοχα καὶ ταύτην εἰς τὸ βουλευτήριον δε- ησομένην ὑμῶν καινὴν δέησιν· ἐλεήσατέ μου τὸν πατέρα, ἀπόδοτε αὐτῷ ταύτην τὴν χάριν ἀντὶ Βυζαντίου καὶ Χερρονήσου καὶ τῶν ψηφισμά-
των ὧν ἐπολιτεύσατο, ἀντὶ τῶν ἀποστόλων ὧν 1 2 ἔπεμψεν, ἀντὶ τῶν τειχῶν ἃ κατεσκεύασεν, ἀντὶ θαλάττης ἢν ἐτείχισεν, ἀντὶ νεῶν, ἀντὶ συμμάχων. λαβόντες αὐτὸν ἀποκτείνατε. ἀλλ’ ἀναμείνω τὰς ὑμετέρας κρίσεις καὶ τῆς γνώμης τὸ τέλος μανθάνω καὶ διελέγξω τὰ ἀπόρρητα τὰ ὑμέτερα;
φθάσαι κάλλιον, προλαβεῖν λυσιτελέστερον.
Declamatio 20. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.