ΧΧ.
νῦν βουλεύεται, ἀλλ’ ἀμφότερα ταῦτα δεινά. τό τε γὰρ ἐκδοθῆναι Φιλίππῳ πάντων ἐστὶ χαλεπώτατον τό τε ζῆν οὕτως ἐλεούμενον οὐδεμιᾶς λείπεσθαι συμ- 3 φορᾶς ὑπολαμβάνω. | τί γὰρ <ἂν> α τούτου γένοιτο ἢ ζῆν ἐμὲ παρ’ ὑμῖν ἐκ ψηφίσματος;
λιππον ἡσθήσεσθαι μαθόντα τὴν ἐμὴν συμφοράν. οὐ γὰρ ἰδεῖν, ἀλλ’ ἀποθανεῖν Δημοσθένην βούλεται, ὥστε τά τε ἄλλα ὁ θάνατος οὗτος καὶ φίλον ὑμῖν ἀποφανεῖ τὸν Φίλιππον. δεῖ γὰρ ὑμᾶς διαλύσασθαι τὴν πρὸς ἐκεῖνον ἔχθραν ἐμοῦ τελευτήσαντος.
οἷος οὐδεὶς ἄλλος τῶν ῥητόρων, καὶ τὸν δῆμον ἐν ἡσυχίᾳ βιῶναι βουλόμενον καὶ θεώμενον τὰς θέας καὶ τὰς πομπὰς ἡδέως τὰς τῶν Διονυσίων περιεργάζεσθαι καὶ πόλεμον ἠνάγκασα φρόνημα λαβὼν ἀλλότριον καὶ κατὰ μηδὲν ἐμοὶ προσῆκον. τί γὰρ ἐμοὶ τῆς ἀρετῆς
τῆς Μιλτιάδου προσῆκε; τί δὲ τῶν Θεμιστοκλέους κατορθωμάτων; τί δέ, εἴ τι σεμνὸν ἐπράχθη τούτοις τοῖς ἀνθρώποις, καὶ <ἐγὼ> a ταύτην εἱλόμην τὴν τείαν οὔτε ἐμαυτῷ λυσιτελοῦδαν οὔτε ὑμῖν;
Declamatio 20. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.