τοὺς μὲν λόγους οἶς ἂν ἄλλον ἔσωζον ἀφθόνους ὄντας <χαίρειν> εἴων φορτικὸν ἡγούμενος ὑπὲρ ἐμαυτοῦ 1 2 3 λέγειν, σιγῇ δ’ ἐκαθήμην ἀναμένων ὅ τι τῷ δήμῳ δόξοι νομίζων ἐξεῖναι πρεπούσας ἐλευθέροις ποιεῖσθαι τὰς ἀποκρίσεις. πῶς οὖν ὑμεῖς; ὦ Χαιρώνεια, πονηρὸν χωρίον, ὡς γενναῖόν τε δῆμον καὶ δεινὸν ἀκαιρίας ἐνεγκεῖν ἐθορύβησας; τῆς ἐκεῖ δυστυχίας ἦν καὶ τὰ 5 νῦν. ᾐτήσατε πέντε ἡμέρας εἰς βουλήν. καὶ οἱ Μακε- δόνες μόλις μέν, ἐπένευσαν δέ.
ἐμὸν ἀναστρέψατε μέρος. οὗτοι μὲν γὰρ παρ’ ὑμῶν πέντε ᾔτησαν ἡμέρας, ἐγὼ <δὲ> παρ’ ὑμῶν νόμος δ’ ἐστὶ παρ’ ἡμῖν τὸν οὐ βουλόμενον ζῆν ἀποθνήσκειν, ὃν οὔπω λέλυκε Φίλιππος. ἕως οὖν κρα- τεῖ, τοῦδε τῆς βοηθείας ἀπολαύσω.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.