ἀπάξοντας, οὐκ ἐμοῦ γε, ἔφην, ζῶντος. παρελθὼν γὰρ ἀναγνώσομαι μὲν τοὺς νόμους τοὺς Σόλω- νος οἳ τὸν Ἀθηναῖον Ἀθήνησι κρίνουσιν, οὐκ ἄκριτον ἐγχειρίζουσιν ἀνομίᾳ τυράννων, δια- λέξομαι δὲ περὶ τοῦ τῆς πόλεως ἤθους, ὅτι
τοῦτον μέντοι τὸν δῆμον οὐ <κατήνεγκεν> ροῦ χαλεπότης, οὐ Θηβαίων ἰσχύς, οὐ ῥώμη Λακεδαιμονίων, οὐχ ἡ πάντα κινήσασα τοῦ βαρβάρου στρατιὰ καὶ πλεύσασα μὲν διὰ γῆς, πεζεύσασα δὲ διὰ θαλάττης ἣν ἔδησεν, ἐκβα-
1 2 3 λοῦσα δὲ καὶ πόλεως καὶ χώρας τοὺς Ἀθηναί- ους τοῦ μηδὲν ἀνάξιον ὑπομεῖναι δόξης. καὶ ταῦτα ᾔδει καλῶς ὁ τούτου πρόγονος Ἀλέξαν- δρος ὅς τοσοῦτον ἀπέσχε τοῦ λαβεῖν τι παρ’ 4 ὑμῶν ὥστε φέρων τὰς μεγάλας βασιλέως |
δωρεὰς μόλις ἐσώζετο.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.