μένων, ἀλλὰ μὴ τῶν προσποιουμένων. ἐπειδὰν δὲ ἀπολοφύρησθε τοὺς ἀγαθοὺς ἐκείνους, ζητεῖτε τιμωρίαν ὧν πεπόνθατε λόγους γενναίους, ψήφισμα καλόν, πρᾶξιν ὠφέλιμον.
ὑμᾶς τὸ πρᾶγμα τοῦτο τὸ κατ’ ἐμὲ ποιείτω χείρονας. ἀλλ’ ἕως μὲν ἂν ἐξῇ, πολιτεύεσθε τὴν πολιτείαν ταύ- την τὴν ἐπικίνδυνον, καλὴ γάρ, εἰ καὶ κινδύνους ἔχει μεγάλους, ἢν δὲ αἴσθησθε πρέσβεις ἐφ’ ὑμᾶς ἐκ Μακε- δονίας ἐφ’ ὁμοίοις τρέχοντας, φθάσατε τοὺς λόγους
αὐτῶν τῷ θανάτῳ. καὶ πλέον τί μου τῇ πόλει χαρί- 2 3 σασθε τὸ μὴ ῥηθῆναι παρ’ Ἀθηναίοις ὑπὲρ ἐκδόσεως λόγους.
θοῖ, τοὺς παρὰ τοῖς ἄλλοις ἔθνεσιν. οὐ γὰρ δὴ τὸν μὲν πατέρα αὐτῆς ἐστεφάνουν, αὐτῆς δ’ ἀμελήσουσι. καὶ τί δεῖ λέγειν τοὺς καθ’ ἕκαστον; ὁ δῆμος ἅπας ἐπιμελής ἔται τροφῆς, νυμφίου, γάμων. κἂν ἄρρεν τέκῃ, Δημοσθένης ἴσως ὄνομα αὐτῷ τεθήσεται. θυγατριδοῦς
δὲ εἰ γένοιτο, τύχῃ μέν, ὦ θεοί, διενέγκοι τοῦ πάππου, τὰ δ’ ἄλλα ὅμοιος γένοιτο.
μεγάλης τε καὶ λαμπρᾶς ἐλπίδος ἡμάρτετε. ὑμεῖς μὲν ᾤεσθέ με δεδεμένον ἄξειν παρὰ τοῦ δήμου λαβόντες διὰ τῆς ἀγορᾶς, διὰ τῆς Ἐλευσῖνος, διὰ Πλαταιέων, διὰ Θηβαίων, διὰ Φωκέων, διὰ Πυλῶν, διὰ Λαρίσσης ἐλέγχοντες ἐν ἐμοὶ τοῦ δήμου τὸν τρόπον, ἄπιτε δὲ
κεναῖς χερσὶν ἰδόντες εὐψυχίαν ῥήτορος.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.