τῶν ὑπὲρ αὐτοῦ δεδακρυκότων, τοῦτον δεῖ ἀναβαίνειν ἐπὶ τὸ βῆμα καὶ σεμνότερον εἶναι τοῦ δέοντος; πάλιν σὺ θρασύς; ἐπιθυμεῖν ἔοικας δευτέρων κακῶν. μή με, 00 ἄνδρες Ἀθηναῖοι, τοιού- τοις φυλάξητε λόγοις, ἀλλ’ ἕως ἐπὶ τῆς ἔμπροσθεν
ἑστήκατε δόξης, ἀποκτείνατε.
σατο. φείσεται Φίλιππος Δημοσθένους; οὐκ ἀποκτενεῖ; καὶ τίνος ἀναμνησθείς; τῶν ὑπὲρ Ὀλυνθίων λόγων; ποίων; τῶν πρώτων ἤ τῶν δευτέρων ἢ τῶν τρίτων; ἀλλὰ τῶν ὑπὲρ Φωκέων, ὧν τοὺς μὲν ὁ δῆμος ἤκουσε, τοὺς δὲ τὸ δικαστήριον; οἷς οἶδεν ὅτι τὸ μὲν ἐμὸν
μέρος ἐστὲ μὲν ἐπὶ Θρᾴκης [Xαλκίδος] σώζονται δὲ Φωκεῦσιν αἰ πόλεις, διὰ δὲ τοὺς λαμπροὺς τούτους οὐκ ἀνέξεται Φίλιππος ἠδικῆσθαι.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.