ἐπ’ ἐμαυτὸν ἀφ’ ὑμῶν μεθίστημι τὴν μέμψιν, μᾶλλον 1 2 3 4 δὲ ὑμᾶς μὲν ἀπαλλάττω μέμψεως, ἐμαυτῷ δὲ κτῶμαι δόξαν ἀθάνατον ἐκ τοῦ μηδὲν ὑμᾶς ἁμαρτεῖν ἐᾶσαι. μὴ γὰρ ἐχέτω τοῦτο Φίλιππος λέγειν μήτε παίζων μήτε σπουδάζων μήτε πρὸς τοὺς ὧς αὐτὸν ἐρχομένους
μήτε πρὸς τοὺς Ἕλληνας διὰ πρέσβεων· Ἀθηναῖοί μοι τὸν δημαγωγὸν ἐξέδωκαν. οὐ βούλομαι τοι- ούτων τὸν ἄνθρωπον ἐκεῖνον εὐπορῆσαι ῥημάτων. εἰ γὰρ καὶ νῦν συκοφαντῶν τὴν πόλιν οὐκ ὀλίγα παρε- σπᾶτο, τίς ἔσται κατηγορῶν ἀληθῆ; λεγέσθω πανταχοῦ
τῆς οἰκουμένης· ὑπὲρ τῆς κοινῆς δόξης ἐπέδωκεν, ὡς ὁ Λεὼς τὰς θυγατέρας, ὡς ὁ Κόδρος αὑτόν, ὧς πάλαι ποτὲ τὴν χορηγίαν, οὕτως ἐπέδωκε Δημοσθένης τὴν ψυχήν.
Ἀθηναῖοι, τοσαῦτα καὶ ἔτι πλείω κακὰ περιστήσεται τὴν πόλιν, ἂν δὲ δόξη βουλευομένοις ὑμῖν ἀντειπεῖν τῷ Φιλίππῳ καὶ τὸ δίκαιον δεῖσαι μᾶλλον ἢ τὸ πταῖσμα τὸ συμβάν, πάλιν αὐτὸ τοῦτο ἄξιόν μοι θανάτου τὸ δεῖν με μακρὰν οὕτως ἀναμεῖναι βουλήν. ἐπὶ τί γὰρ
δεῖσθε τῶν πέντε τούτων ἡμερῶν; εἰπέ μοι. ἵνα πύθησθε παρὰ τοῦ δεῖνος, εἰ χρήσιμος οὑτοσὶ Δημο- 5 6 7 8 σθένης καὶ σωτηρίας Ἀθηναίοις ἄξιος; καὶ τί ξῶ μετὰ πολλὴν οὕτω πολιτείαν ἀγνοούμενος; οὐκ ἔστι. κωλύω πονηρὰς ἐκκλησίας θανάτῳ καλῷ. οὐ δώσω κατηγορίας ἀφορμὰς ὡς ὁ δῆμος Ἀθηναίων ὁ πάντων ὀξύτατος εὑρεῖν τὸ δέον πέντε ἡμέρας ἐν τοῖς οὕτω προδήλοις
ἀνάλωσεν.
τοιαῦτα ἐροῦσι καὶ κελεύσουσιν ἐκδοῦναι. οὐκοῦν ἐπὶ τούτοις οἱ δημοτικοὶ βοήσονται; ψεύδῃ. Δημοσθέ- νης ἔλυσε τὴν εἰρήνην; [ναί] τί ποιῶν; Χερρόνησον, Πέρινθον, Βυζάντιον, τὴν σιτο- πομπίαν, κωλύων διορύττεσθαι Πελοπόννησον,
μεμφόμενος τὸν τὰ πλοῖα συλῶντα; τὸ δὲ ἐχρῆν ἐᾶν; θαυμαστή γε εἰρήνη τὸν μὲν τὰ τῆς πόλεως ἁρπάζειν, τὴν πόλιν δὲ συνθήκας ἔχειν. οὐδεὶς εἰρήνην λύει ἀμυνόμενος, λύει δὲ ὁ ταῦτα 10 11 12 13 ποιῶν ἀφ’ ὧν ἕξει τοὺς ἀμυνομένους.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.