2 3 4 πολλάκις ὑμῖν εἶπον, οὐ φέρω καὶ ἅμα σκοπῶ, πῶς ἂν ὑμᾶς καὶ ἐκ τῶν παρόντων ὀνήσαιμι. δεῖ γάρ μου καὶ τὴν τελευτὴν ὥσπερ καὶ τὸν βίον κέρδος γενέσθαι τῇ πόλει. πῶς οὖν τοῦτο ἔσται; θεωρήσατε.
Φίλιππον ἄλλον μετ’ ἐμὲ ζητεῖν καὶ μετ’ ἐκεῖνον ἕτε- ρον καὶ πάντας ἑξῆς τοὺς τῆς ἐμῆς τάξεως, ἴως ἂν μόνον γένηται τὸ βῆμα τῶν ὑπὲρ ἐκείνου λεγόντων, οἱ δὲ γράψουσι ῥᾳδίως πλεῖν τε Φιλίππῳ τὰς τριήρεις καὶ στρατιώτας ἀκολουθεῖν καὶ στρατηγὸν ὑμέτερον
ἕπεσθαι.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.