XIX.
συντέμνω χρόνον, ἔνα μηδὲ τούτου χάριν ἔχητε μηδε- μίαν τοῖς τοῦ Φιλίππου πρέσβεσι, καὶ τὰς ἀποκρίσεις ἀνθ’ ὑμῶν ἔργῳ δίδωμι. δέομαι δέ, ὦ ἄνδρες Ἀθη- ναῖοι, μεταδοῦναί μοι τοῦ κωνείου καὶ τοὺς πρέσβεις 2 ἐκπέμπειν τὸν ἥδιστον τῷ | δεσπότῃ φέροντας
λόγον ὅτι τέθνηκε Δημοσθένης.
οἶμαι δεῖν ἀποθανεῖν. πολὺ γὰρ βέλτιον ἐνταῦθά μου τελευτῶντος κλαῦσαι τὸν δῆμον ἢ διὰ τῶν πρέσβεων ἐμοῦ τε καὶ ὑμῶν παρὰ τὸν ἐχθρὸν ἑλκομένου. εἰ γὰρ οὐδὲ τοῦτο φέρετε <τὸ> μετριώτερον, οὐ γὰρ παραμυθία ταφῆς οἴκοι τυχεῖν, πῶς ἐκεῖνό γε οἴσετε
τὸ πάντων ἐλεεινότατον;
παθεῖν, κοῦφον ἐμοί, ἀλλ’ ἀέ ἐκείνης τῆς ἡμέρας ἐν ᾗ κακῶς ἔκρινεν ὁ δαίμων τὴν μάχην οὔτε νυκτὸς οὔθ’ ἡμέρας ὀδυρόμενος πέπαυμαι θαυμάζων τε τὴν τῶν παραταξαμένων ἀρετὴν καὶ μεμφόμενος τῇ τύχῃ. καὶ νῦν ἀπό τε δακρύων καὶ βουλῆς τῆς ὑπὲρ τῶν
ἠτυχηκότων ἥκω. ἐβουλευόμην γάρ, εὖ ἴστε, τίς ἂν ἐπανόρθωσις τοῖς συμβᾶσι γένοιτο. θαυμαστὸν <οὖν> οὐδὲν εἰ μνησθεὶς Χαιρωνείας πάθοιμί τι παραπλήσιον.
διείλεκται· ἐγὼ παῖς ὤν Ἀμύντου τοῦ φόρους Ἀθηναίοις γέροντος καὶ μόλις σωθεὶς ὑπὸ τῆς Ἰφικράτους τοῦ 'κείνων στρατηγοῦ φιλανθρω- πίας, μικρὸς ὤν καὶ ταπεινὸς καὶ δεδιὼς τοὺς πέριξ βαρβάρους καὶ μετὰ μὲν Θηβαίων ἐλπί-
ζων Ἀθηναίους λυπήσειν, ἄνευ δὲ ἐκείνων πείσεσθαί τι κακὸν οὐ μικρὸν νῦν Ἀθηναίους 7 ὁμοῦ καὶ | θηβαίους ἐνίκων πληγεὶς μὲν τῇ προτέρᾳ μάκῃ, πληγεὶς δὲ τῇ δευτέρᾳ, τῇ τύχῃ δὲ περὶ τὴν τρίτην χρησάμενος.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.