του ὢν ἀδοξότερος καὶ τῶν ἀνδραπόδων ἀγενέστερος οὐδένα τῶν πονηρῶν τῶν παρ’ αὑτῷ πρὸς ὑμᾶς ἀπο- στέλλει δίκην ὑφέξοντα, ὑμεῖς δὲ εἰς Μακεδονίαν τοὺς ἁλόντας ξενίας πέμπετε ὥσπερ ἀποροῦντες δεσποτῶν;
ὅποι δεῖ πιπράσκεσθαι. οὐχ ὥρισεν, ἀλλ’ οὐδ’ ἐπέτρεψε. τὸ τοίνυν μὴ συγχωρεῖν ἄντικρυς ἴσον ἐστὶ τῷ κεκωλυκέναι. εἰ μὲν γὰρ ἐπέτρεπεν ἀλλαχῆ πιπρά- σκειν, οὐκ ἂν ἐν τῷ νόμῳ παρεσιώπησεν, ὁ δὲ τοῦτο προσθεῖναι κατοκνήσας σαφῶς ἀπεῖπεν. ἐρωτῶ γάρ σε·
πότερα ἐλεεῖ τὸν ξενίας ἁλόντα ἢ τοὐναντίον μεμίση- 2 3 4 κεν; εἰ μὲν γὰρ ἐλεεῖ, πῶς οἰκτείρειν ἐστὶ τὸ πι- πράσκειν ἀλλαχῆ; εἰ δὲ μισεῖ, μόνως οὕτως ὑπομένει δίκην ἀξίαν, ἂν ὑμεῖς ἔχητε δουλεύοντα. ἐξελήλυθε τῆς πόλεως τὸ σῶμα, καὶ ἡ τιμωρία παύεται. εἰ γὰρ Φιλοκράτης ἑάλω ξενίας, ἔδει τοῦτον ἀλλαχῆ πιπρά-
σκεσθαι. εἰ γὰρ Δημάδης, εἰ γὰρ Ἡγήμων, εἰ γὰρ Αἰσχίνης, εἰσὶ γάρ, εἰσὶ δωροδόκοι, πονηροί, ἀλλ’ οὖν γε πολὺν χρόνον σύνοικοι γεγόνασιν ὑμῖν.
καινὸν τῆς πράσεως. ἥκει τις ὠνησόμενος Δημοσθένην. τὸν ὠνητὴν ἀνακρίνατε, τὸν ἔμπορον ἐξετάσατε. εἰ μέν ἐστι Πελοποννήσιος, εἰ μέν ἐστιν ἐκ τῆς Ἑλλάδος, εἰ Βυζάντιος, εἰ Περίνθιος, πιπράσκω, φιλοῦντας ἔξει δεσπότας καὶ χάριν εἰδότας, ταχέως ἐλευθερωθήσεται
ὑπὲρ ἐλευθερίας ἐλευθερίαν λαβών, | προσοφεί- 5 λοῦσιν αὐτῷ ταύτην τὴν χάριν οἱ κύριοι· ἂν δὲ Ἕλ- ληνα πιπράσκω βαρβάροις, ἂν τὸν ἐμὸν οἰκέτην παρα- χωρήσω Μακεδόσιν, ἂν Φιλίππῳ, πολλὰ ὠνεῖται δι’ ἑνὸς σώματος, τὴν παρρησίαν, τὸ βῆμα, τὰς ἐκκλησίας
6 7 8 9 τὰς Δημοσθένους τὰς παλαιάς, τὴν ἀρχαίαν τύχην τοῦ δημαγωγοῦ, τὸν Πειραιᾶ, τὰς τριήρεις, τὸ φρόνημα τῶν Ἀθηναίων, τοὺς ὅρκους οὓς ὤμοσε. Μαραθῶνα τούτῳ συμπιπράσκεις, Σαλαμῖνα, τἀς Πλαταιάς, πάντα
τὰ Δημοσθένους ῥήματα.
Declamatio 18. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.