πανταχοῦ τὸν ἄνθρωπον, δείξει τοῖς συμμάχοις, φήσει ταῦτα· τοῦτον ὠνησάμην ἐξ Ἀθηνῶν· οὐκ ἔλαβε Δημοσθένης, ἀλλ’ ὁ δῆμος ἔλαβεν. οὗτος οὐκ ἀπέδοτο τὴν πόλιν, ἀλλ’ ἐκεῖνοι τοῦτον πεπρά-
κασιν. ἔχω πάντα. προητοίμασταί μοι τὸ ἔργον. ἐκ τῆς ὠνῆς ἑάλωκεν ἡ τῶν Ἀθηναίων πόλις. κατὰ συμβόλαιον ἐώνημαι τὴν πόλιν. ταῦτ’ αἰσχρὰ καὶ ἀνάξια τῆς ἡμετέρας φιλανθρωπίας καὶ προσέτι ὄλεθρον σαφῆ φέροντα τῇ πόλει. εἰ δὲ κατέ-
χοιμεν αὐτόν, ἀπαθὴς ἡ πόλις ἔσται τῶν κινδύνων.
μεταβολαί. ἐδούλευσε Νικίας ὁ στρατηγὸς ἐν Σικελίᾳ καὶ Συρακουσίοις ἐδούλευσε καὶ νοσῶν ἐδούλευσεν. 1 2 3 4 ἐδούλευσεν ὁ σὸς ὁμώνυμος Δημοσθένης κακούμενος, προπηλακιζόμενος ὑπὲρ Σφακτηρίας ὀργιζομένων τῶν δεσποτῶν καὶ πολλάκις θέλων ἀποθανεῖν οὐκ ἐτύγχανε ταύτης τῆς φιλανθρωπίας, ἀλλὰ μόγις τεταλαιπωρηκὼς ἤδη τῷ σώματι ταύτης μετέσχε τῆς δωρεᾶς. μετὰ
στρατηγοὺς δουλεύσεις, Δημόσθενες, μετὰ τοὺς καλῶς ναυμαχήσαντας.
Declamatio 18. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.