τοῖς ἐχθροῖς παραδίδως. ξένος Δημοσθένης, οἶ δὲ ὑπὸ τῇ Καδμείᾳ πεσόντες οὐκ ἦσαν ξένοι; ἀλλ’ ἐθάπτοντο ὑφ’ ἡμῶν. εἶτα ἀποθανόντας μὲν τοὺς ξένους οἰκτεί- ρομεν, ζῶντας δὲ οὐκ ἐλεήσομεν; ἧκόν ποτε φυγάδες πρὸς ἡμᾶς Ἡρακλέους ἔγγονοι καὶ τῆς πατρῴας εὐερ-
γεσίας ἐκομίσαντο τὸν μισθόν, ἀνέλαβον τὴν ἀρχὴν τὴν πατρῴαν εὔνοιαν διηγούμενοι. οὗτος δ’ οὐκ ἀλλο- τρίοις, ἀλλ’ οἰκείοις θαρρῶν κατορθώμασιν ἐκπεσεῖται 1 τῶν᾿ Αθηνῶν ἐπ’ ἐξαγωγῇ | πωλούμενος;
Declamatio 18. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.