Φωκέων θρηνούντων, ἔτι τῶν ταλαιπώρων διοικιζο- μένων καὶ τῶν μὲν φευγόντων, τῶν δὲ σφαττομένων, τῶν δὲ Μακεδόνας τρεφόντων, καὶ ὑμῶν ἐνὶ τούτῳ τὴν αἰτίαν τῶν ἐκεῖ κακῶν ἀνατιθέντων καὶ βοώντων ἐνίων ἐπ’ ἀγορᾶς, ὡς οὐ τὰ ὅπλα Φιλίππου τὰς πόλεις
ἀπώλεσεν, ἀλλ’ αἱ πείσασαι καθῆσθαι τὸν δῆμον ἐλ- 1 πίδες καὶ τὸ ψήφισμα δέξασθαι τὸ Φωκεῦσιν Ι 2 3 ἀπειλοῦν, τὰ τοιαῦτα λεγόντων καὶ πεπεισμένων ἧκεν ὁ τῆς πυλαίας καιρὸς ἀπαιτῶν ῥήτορος εὔνοιαν.
Πυλῶν κρατῆσαι καὶ διασπεῖραι τὸ τῶν εἴσω Πυλῶν προβεβλημένον ἔθνος. τοῦτο δὲ δυνηθεὶς ταχὺ καὶ ῥᾳδίως ἀπὸ σπονδῶν, οὐχ ὅπλων, διὰ τουτονὶ τὸν πείθοντα πιστεύειν ἀντὶ τοῦ φυλάττεσθαι δεύτερον ἕτερον ζητεῖ τοῦ προτέρου μεῖζον, ἀντὶ τῶν ἀπολο-
μένων τὰ ἐν πυλαίᾳ συνδιοικεῖν καὶ μετασχεῖν τοῦ τῶν ἀμφικτυόνων ὀνόματός τε καὶ σχήματος.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.