φέροντα Θηβαίων Θηβαίων μιμητήν. χαρίζονται ἐκεῖνοι βαρβάρῳ. τί θαυμαστόν; πατέρων ἀκολουθοῦσι παρα- δείγμασι. μετὰ γῆν, μεθ’ ὕδωρ, μετ’ ἀπαρχὰς δου- λείας τὴν πυλαίαν προπεπώκασιν. ἡμῖν δὲ οὐκ ἔστιν ἀναχώρησις, οὐ γὰρ ἐῶσιν οἱ ὑπὲρ τοῦ καλοῦ πόλεμοι
καὶ τρόπαια τὰ μὲν ἐν γῇ, | τὰ δ’ ἐν θαλάττῃ, 1 τὰ μὲν οἴκοι, τὰ δ’ ἐν τῇ ὑπερορίᾳ. οὐκ ἐᾷ Δᾶτις οὐδὲ Ξέρξης οὐδὲ Μαρδόνιος οὐδὲ Μασίστιος οὐδὲ ὁ δίφρος οὐδ’ ὁ ἀκινάκης οὐδὲ Κύπρος οὐδὲ Παμ- φυλία. τὸ γὰρ ἐξ ἀγαθῶν πεφυκέναι πολλὴν εἰς τὸ
τὴν ἀρετὴν ἐπιτηδεύειν ἀνάγκην ἔχοι ἄν.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.