καὶ γνώμην ἔχειν οἕαν εἰκὸς τοὺς τὰ τοιαῦτα πεπον- θότας· εἰ δ’ οὖν ὑπὸ τοῦ πολλὰ ἐνεγκεῖν ἀδικούμενοι καὶ τοῦτο οἴσετε, ἀλλ’ ἔμοιγε ἔσται τὰ πρὸς τὴν πόλιν δίκαια πεφυλαγμένα. καὶ πάλιν γενήσεται φανε-
ρὸν ὧς ὁ μὲν παραδιδοὺς κρίσει τὸν πεπονηρευμένον ἐφάνη, τῇ δὲ τῶν δικαζόντων ὀλιγωρίᾳ τὸ πρᾶγμα διεφθάρη.
τε καὶ τούτω Φιλίππου τε ἀντὶ Φωκέων δικάζοντος καὶ τῶν ἐκείνου δορυφόρων περιεστηκότων, δῆλον γὰρ ὅτι τοῖς μὲν Αἰσχίνου λόγοις καὶ μηδὲν ἔχουσιν ἰσχυρὸν ὑπῆρχεν ἂν εὐδοκιμεῖν, ἐμοὶ δὲ καὶ πάντων δικαιότατα λέγοντι πανταχόθεν ἀπήντα ἂν θόρυβος
καὶ πολὺς γέλως, εἰ μηδὲ τοσοῦτον ἠδυνήθην ἰδεῖν 2 ὡς οὗ κρείττων ἐστὶν Αἰσχίνης, ἐνταῦθα αὐτὸν ἐτόλ- μησα διώκειν· ἐπεὶ δὲ Ἀθήνησι μὲν ἡ κρίσις, εἰσελη- λύθατε δὲ κατὰ τοὺς νόμους τοῦ Σόλωνος, μέγας δὲ ὁ κίνδυνος τῶν ὅρκων παρορωμένων, ἴσως ἄν τι γέ-
νοιτο τῇ πόλει κέρδος ἀπὸ τῆς γραφῆς, ὥστε τὸν μὲν ἀμφοτέρων δοῦναι δίκην, καὶ ὧν πρεσβεύων ἔβλαψε καὶ ὧν πυλαγόρων ἐζημίωσε, τοῖς δὲ τοῦτον ἐζηλωκόσι γενέσθαι δῆλον ὅτι τοῖς παρὰ τῶν πολεμίων λαμβά- νουσιν εἰς τὴν ἐσχάτην συμφορὰν ἡ τόλμα τελευτᾷ.
ἀνάγκη τούτῳ δι’ ὧν ἂν γένοιτο παρακρούσασθαι τοὺς δικάζοντας παρεσκευάσθαι· δεῖ δὲ ὑμᾶς αὐτούς, ὅταν τοῦτο ποιῇ, μειζόνως ὀργίζεσθαι καὶ χαλεπῶς ἔχειν, εἰ τεχνίτης μὲν ὢν τοῦ λέγειν καὶ σοφισμάτων γέμων παντοδαπῶν πρὸς μὲν τὸν ἐχθρὸν τῆς τε πό-
λέως καὶ τῶν Ἑλλήνων ἀπάντων μυρίας ἔχων ἀφορμὰς 4 5 6 λόγων καλὰς οὐδὲν οὔτε εἶπεν οὔτε ἐφθέγξατο, κατὰ δὲ τῶν πολιτῶν χρῆται τῇ τέχνῃ τοὺς αὐτοὺς ἀδικῶν τε καὶ πείθειν ἐπιχειρῶν ὧς οὐκ ἠδίκηνται. εἴτ’ οὖν ἀποροίη λόγων, ὡς μηδὲ ἀναισχυντεῖν ἔχων διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων ἀποθνησκέτω, εἴθ’ ὑπὲρ
οὕτω δεινῶν ἀποτείνοι λόγους εὖ μεμηχανημένους, πάλιν ἐντεῦθεν ἁλισκέσθω κρύψας ἐν τῇ πυλαίᾳ τὴν δύναμιν.
φεύγετε δὲ οὐδὲ ὑμεῖς, ὦ ἄνδρες δικασταί, τὴν αὐτὴν αἰτίαν. ὑμᾶς δ’ εἰπὼν τὸν δῆμον λέγω, οἵτινες ὥσπερ ἐν νυκτὶ καὶ σκότῳ τὴν διάγνωσιν τοῦ ποῖός τις ἕκαστός ἐστι τῶν πολιτῶν ἀφῄρησθε. καὶ ὁ χρηστὸς ἔδοξε κακὸς καὶ ὁ μοχθηρὸς ἐπιεικὴς καὶ ὁ δίκαιος
πονηρὸς καὶ ὁ βέλτιστος φαυλότατος. εἶθ’ ὁ μὲν οὐκ ἐνοχλῶν ὑμῖν οὐδ’ ἐπιτιμῶν ταχέως ἀπέρριπται, ὁ δὲ | θρασὺς καὶ ἰταμὸς καὶ ἀκόντων ὑμῶν ἃ βού- 7 λεται ἕξειν <αὐχῶν> ἔντιμος καὶ μέγας καὶ 8 9 καὶ τὰ ὑμέτερα πράττει κἀν τῇ πόλει κἀν τῇ πυλαίᾳ, κρίνεται δὲ ἕκαστος ἐκ τοῦ μισθοῦ τῶν γραφόντων, οὐκ ἐκ τῶν βεβιωμένων.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.