θεσμοῦ διορυττομένου καὶ τοσαύτης μέθης ἐπὶ τὸ συνέδριον φερομένης καὶ τοῦ καθαρωτάτου τῶν ἐν Ἕλλησι καλῶν μέλλοντος καταρρυπαίνεσθαι αἰ μίξει βαρ- βάρων Ἀθηναῖος ὤν, εἴπερ ἐστί, πυλαγόρας ὤν, κα- κῶς μέν, ἀλλ’ ἀπεσταλμένος, τὰ συμφέροντα τῆς
πόλεως γνώμῃ καὶ φωνῇ σώζειν ταχθείς, ὥσπερ ἔξωθέν ποθεν ἐπελθὼν Πέρσης ἢ Σκύθης, ᾧ βραχὺς λόγος τῶν παρ’ ἡμῖν <νομίμων> Ι ἀνατρεπομένων, οὕ- τὼς οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐφθέγξατο οὔτε ἔγρυξεν, ὥσπερ οἰκέτης ἐφεστηκότος δεσπότου καὶ
κελεύοντος σιγᾶν. τοσοῦτον, ὧ ἄνδρες Ἀθηναῖοι, δύνα- ται χρυσίον δοθὲν ἢ προσδοκώμενον.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.