Θετταλῶν τε καὶ Θηβαίων πολλὰ μὲν τὸν Φίλιππον ἐπαινεσάντων, πολλὰ δὲ τῶν οὐκ ἔτ’ ὄντων Φωκέων κατηγορησάντων καὶ τελευταῖον εἰπόντων, ὅτι τούτῳ μέντοι μεταδοτέον τοῦ συνεδρίου πολὺ βελ- τίονι Φωκέων βασιλεῖ καὶ δικαιοτέρῳ τὰς ἐκεί- 1 νῶν ψήφους ἔχειν, εἰκὸς μὲν Ι ἦν ἐπὶ τούτοις
τὸν ἡμέτερον πυλαγόραν σχετλιάσαι καὶ μαρτύρασθαι μὲν ἥρωας, καλέσαι δ’ ἐν Πυθοῖ τὸν Πύθιον, πάντα δ’ ἐμπλῆσαι βοῆς ἐπιτιμῶντα, μεμφόμενον, αἰτιώμενον, κλείοντα τὸ συνέδριον τῷ βαρβάρῳ· ὁ δὲ τί ποιεῖ καὶ
πῶς τὴν παρ’ ὑμῶν χειροτονίαν ἐτίμησεν;
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.