καὶ τὰ δεύτερα αὑτῷ προθύμως ἀνοίξοντα διαπράττεται παρ’ ἡμῶν εἰς πυλαίαν ἐλθεῖν. τοῦτο δ’ οὐ πολλοῦ πόνου, ἀλλὰ παρελθών τις καὶ πολὺ τοὺς ἄλλους φθάσας Αἰσχίνῃ, φησίν, ἐγχειρίζωμεν τὰ περὶ
τὴν πυλαίαν. ἐπῄνεσαν οἱ παρεσκευασμένοι, τῶν δ’ ἄλλων ὁ μὲν οὐδὲ προσέσχεν, ὁ δὲ οὐχ ὑπώπτευσεν, ὁ δὲ ἀπελθεῖν ἔσπευδε, τῷ δ’ οὐκ ἔμελε τῶν κοινῶν, ὁ δ’ ἀντιλέγων ἠνώχλει.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.