μὲν ἀφοσιούμενος τὴν πολιτείαν ἄχρι τοῦ ῥήτωρ εἶναι δοκεῖν, εἰ μέν τι μέγα καὶ ἀτέκμαρτον ἔχον τοῦ τέλους 1 2 3 τὴν κρίσιν καὶ περὶ οὗ δεῖ τὸν ῥήτορα ἐγγυητὴν γε- νέσθαι τῆς τύχης, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, <πρὸς> ταῦτα μέν, ὧς οὐδ’ ἂν εἶς τῶν ἰδιωτῶν, οὗτος ὑμῖν ἄφωνος κάθηται· ὅταν δὲ ἱερῶν πέρι χρηματίζηται
καὶ περὶ τοῦ τὰς ὁδοὺς ἐπισκευάσαι· καὶ κονιᾶν τὰς ἐπάλξεις, τὰ πάρεργα καὶ μικρά, ῥήτωρ πρῶτος ὑπα- κούει τῷ κήρυκι. ζητεῖ γὰρ λόγους, οὐχ οἱ δημοσίᾳ τι λαμπρὸν καὶ μέγα παρασκευάσουσιν, ἀλλὰ τοὺς ἀκιν- δύνους ἑαυτῷ.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.