καῖος ἠλέγχθη μοι πεπολιτευμένος ἢ στόλος ἄκαιρος ἢ νόμος ἄχρηστος; οὔ φασιν οἱ τὰς ἐμὰς γνώμας ἐπι- ψηφίσαντες.
νίκην οὐκ ὀνειδίζεται, Εὐμενίδες δὲ καὶ τὴν ἧτταν ἠνέγκαντο ὐπ’ ἀνδρὸς θεαὶ καὶ ὑπ’ Ὀρέστου νενικη- μέναι. πόσας Ἡρακλῆς ἀνδρίας ὑπέσχε κρίσεις δικά- ζοντος Εὐρυσθέως· εἰ δὲ μὴ τοὺς πολλοὺς κινδύνους ἤνυσεν, οὐκ ἂν τὸ τῆς ἀθανασίας ἆθλον ἠνέγκατο.
οὐκ ἂν θεὸς ἦν ὁ Διόνυσος μὴ κριθεὶς τῷ πατρῴῳ πυρί. ἀλλ’ οὐδ’ αὐτὸς ἄκριτος βασιλεύει τῶν ὅλων ὁ Ζεύς, πρὸς Τιτᾶνας δὲ διεκρίθη καὶ Γίγαντας. 00 Πο- 1 2 3 4 λιὰς Ἀθηνᾶ, παρὰ θεῶν ἐξαίρετον ἔχουσα τὴν Ἀττικήν, οὐδὲ σὺ ταύτην πρὸ δίκης εὗρες τὴν δωρεάν. ἐκάθισεν Ἀθηναῖος καὶ σοὶ δικαστής, μετὰ τὴν Κέκροπος ψῆφον ἐστεφανώθης καὶ σὺ τῷ θαλλῷ.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.