εἰκότως ἂν παρετίθης, ὡς καὶ σὺ τοὺς χαλεποὺς ἐκ- πέφευγας καὶ παρὰ τοῖς δυσοργήτοις κατεδικάσθην 1 2 3 ἐγώ· εἰ δὲ ἐγὼ μὲν ἐπῄνημαι, σὺ δὲ οὐ κέκρισαι, οὔτε σοὶ μαρτύριον ἀρετῆς ἱκανὸν ἡ τῶν δικαστηρίων ἀκρίβεια, παρ’ οἶς οὐδ’ ἐξητάσθης ὅλως, κἀμοὶ σημεῖον ἀνδραγαθίας ἐκφεύγοντι καὶ τούτους. τοῦ μὲν γὰρ
οὐδὲ κριθέντος οὐδ’ ἂν οἱ χαλεπώτατοι καταψηφίσαιντο, τοῦ δὲ ἀδικοῦντος ἐλεγχομένου καὶ οἶ πρᾳότατοι. οὔκ- 4 οὑν τὸ μὴ κατηγορηθέντα μὴ καταδικασθῆναι μέγα, τὸ δὲ πάσας αἰτίας ἔχοντα μηδεμιᾶς ἐντὸς ὀφθῆναι, καὶ γὰρ οὕτως ἔχει. λαθεῖν μὲν καὶ ἀδικοῦντα ῥᾴδιον
ἐν τοσαύτῃ πόλει καὶ εἰ σφόδρα ἀκριβῶς φυλάττουσιν, ἐναποκρυπτομένου τῷ τοῦ κοινοῦ μεγέθει τοῦ καθ’ ἕκαστον τρόπου, καθάπερ ἐν τοῖς μεγάλοις πελάγεσιν οἶ καταποντισταί, οὐ γὰρ Κύθνος ἢ Σίφνος ταῦτα, ὅπου δι’ ὀλιγανθρωπίαν ἀλλήλους ἴσασιν; ὁ δὲ ἅπαξ
ἐλθὼν εἰς κρίσιν οὐκ ἂν ἀφεθείη μὴ σαφῶς ὧς οὐδὲν ἀδικεῖ δείξας.
διὰ τ·ί; ὅτι εἰ μὲν αἶ κρίσεις ἦσαν νόσοι ψυχῆς, ὑγι- εινότερος ὁ μὴ κριθεὶς <ἂν ἦν> τοῦ φυγόντος· νοσήματα μὲν αἱ κακίαι τῶν ἀνθρώπων εἰσίν, ἰατρεῖα 5 6 δέ, ὡς καὶ σὺ φῄς, τούτων τὰ δικαστήρια, εἰ μὲν ἐνεῖδόν τινα ἐν ἐμοὶ πονηρίαν, πάντως ἂν ἰάσαντο δι’ ἀτιμίας ἢ φυγῆς, ὡς καύσεως ἢ τομῆς· εἰ δ’ ὧς ὁλόκληρον καὶ μὴ δεόμενον φαρμάκου τοιοῦτον, οἷος εἰσῆλθον, ἀπεπέμψαντο, ἐγὼ μὲν διὰ πείρας ὑγιεινὸς
ἐφάνην τοῖς ἰατροῖς· σὺ δὲ οὐκ ἀπέδυσάς ποτε τὸν βίον τοῖς δικασταῖς οὐδὲ γυμνὴν τὴν ψυχὴν ἔδειξας, συγκαλύπτων δὲ σαυτὸν καὶ περιστέλλων, ὡς οἶ τὰς κρυφαίας νόσους <νοσοῦντες> ἴσως ὕπουλος ὢν νεις.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.