καὶ τοξότης ἐπίσκοπος, ὅστις οὐχ ἁμαρτάνει τοῦ σκοποῦ, καὶ κυβερνήτης ὁ μηδὲν ἔξω τῆς τέχνης δρῶν. τοῦ δὲ ῥήτορος οὐχ ὁμοία κρίσις; s νόμιμος ὁ μὴ ἐν τοῖς πολιτεύμασιν. ἐγὼ δὲ καὶ πάσας τὰς παρα- νόμων ἐκπέφευγα | γραφάς. ἀδωροδόκητος ὁ μὴ 1 2 3 4 5 6 λαβών, ὡς ἐκρίθην ἐγώ. τί δὲ τὰ ἀληθῆ λέγειν; οὐ τὰ μὴ ψευδῆ; πότε οὖν ἥλων ἀπατήσας; καὶ περὶ πάν- των ἀπλῶς ἄμα τῶν αἰσχρῶν κρίσεων ἀφεῖμαι καὶ τῶν καλῶν ἠξίωμαι καὶ τῶν δικαίων, ἀνάξιος αἰτίας,
ἄξιος ἐπαίνου καὶ δωρεᾶς. δεινὸν γάρ, εἰ μὲν ἁλοὺς ἅπαξ τῆς ἐπιτιμίας ἂν ἢ τῆς πατρίδος ἢ τῆς ψυχῆς ἐστερήθην, τοσαῦτα δὲ νενικηκὼς οὐδ’ ἅπαξ τιμηθή- σομαι.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.