ψῆφον ἐναντίαν τοσαύταις ἐνεγκεῖν καὶ τοῦτον μὲν ἰσχύσαι τὸ νῦν, ἄν, ὃ μὴ γένοιτο, πείσας κρατήσῃ, ἐμοὶ δὲ οὐδὲν ὄφελος αἱ μυρίαι νῖκαι; εἰ δὲ ἐν ἑτέρᾳ πόλει κρινόμενος παρεσχόμην γνώσεις ἐν ὅσαις ἐπιει- κής, οὕτως γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν, ἔδοξα, οὐκ
ἂν ἐνίκων, ὅπουπερ ἂν ἦν ἡ κρίσις; ἕτεροι μὲν οὖν ὑμῖν ἀκολουθοῦντες ἀμείνω ἂν τὸν ὑφ’ ὑμῶν ἐπαινε- θέντα τοῦ μηδ’ εἰς ἐξέτασιν ἐλθόντος ἐψηφίσαντο, ὑμεῖς δὲ τοῖς ὑφ’ ὑμῶν ἐγνωσμένοις ἀπιστήσετε; καὶ τὸν δεῖνα μὲν δημότην ἢ φυλέτην εἰ παρεστησάμην
μάρτυρα τοῦ τρόπου, κατ’ ἐκεῖνον ἄν, εἰ μή τις αὐτῷ 1 2 3 ψευδομαρτυριῶν ἐπέσκηψεν, ἐκρίνατε, πάντων δὲ μαρ- τυρούντων μοι τῶν δ’ δικαστηρίων, ἐν οἷς αὐτοὶ δικά- ζοντες ἐκρίνατε, ἕτερα γνώσεσθε; ποῖον γὰρ οὐ συνη- γόρει μοι συνέδριον; οὐχ ἡ βουλὴ τῶν πεντακοσίων;
οὐκ Ἄρειος πάγος; οὐχ ἡλιαία; οὐχ ὅ τι ἂν εἴποι τις;
καὶ πλείονος ἐξετάσεως οὐκ ἔδει· νῦν δὲ εἰ καὶ μὴ καθ’ ἑκάστην ἀγαθὸς δέδειγμαι κρίσιν, ἀλλ’ ὅμως οὐ κακός, ἀθρόαι γνώσεις ἀρετῆς εἰσιν. διὰ τί; ὅτι μίαν μέν τις ἐκφυγὼν αἰτίαν οὔπω δῆλον εἰ καὶ τὰ ἄλλα
τοιοῦτός ἐστιν. οἷον ὁ δίκαιος εἰς χρήματα τάχα ἂν ἄλλως ὑβριστὴς φανείη. ὁ μέτριος ἐνταῦθα καὶ πλησίον τῶν νόμων ἴσως πονηρὸς ἐν τῇ ξένῃ. πρεσβεύει μέν τις ἀδωροδοκήτως, τὰ ἄλλα δὲ μισθοῦ πολιτεύεται. τὰ κοινά τις χρηστός, ἰδίᾳ δὲ οὐχ ὅμοιος. οὔκουν ἀξιόχρεως
ἄφεσις ἐγκλήματος ἑνὸς τῆς ὅλης ἀρετῆς πίστις εἶναι τῷ τὸν αὐτὸν τὸν μὲν οὐ δοκεῖν ἀδικεῖν, ἕτερον δέ τινα. εἰ δέ τις διὰ πάντων κέκριται τῶν ἐπιτηδευμάτων καὶ 5 6 7 μήτε ἐν τοῖς ἰδίοις μήτε ἐν οἷς πεπολίτευται δέδεικται πονηρός, οὐκ Ἀθήνησιν, οὐκ ἐπὶ τῆς ξένης, οὐχ ἑκών, <οὐκ ἄκων>, οὐχ ὑπὸ προνοίας, οὐκ ἐκ ὁτιοῦν ὑπαίτιος ἐλήλεγκται, πάντα ἄριστος. τὸ γὰρ ἐν μέρει καὶ καθ’ ἕκαστον ἀναίτιον εἰς ἓν ἀρετῆς κεφά-
’λαιον ἀθροίζεται. οὐδὲ γάρ ἐστιν ἄλλη τις ἀνδραγαθία πλὴν τὸ κακίας πάσης ἐκτὸς εἷναι. εἰ μὲν γάρ ἐστιν ἐν θεοῖς ἀρετή τις ἑτέρα τελειοτέρα, θεὸς οἶδεν· ἀνθρώπου δὲ αὕτη μία ἀναμάρτητον ἐν ἅπασι δειχθῆ- ναι τὸν βέον.
τόλμης καιρός ἐστι. καὶ πάσας ἑνὶ λόγῳ τὰς ἀνθρω- πίνας ἀρετὰς αὐτοῦ καμπτούσας ἰδεῖν ἔστιν ἄχρι τοῦ τῶν ἐναντίων ἀφεστηκέναι. φρόνησις μὲν ἀνοίας φυγή, δικαιοσύνη δὲ ἀδίκου φυλακὴ τρόπου, δειλίας δὲ τή- ρησις εὐψυχία, καὶ σωφροσύνη τὸ κρείττω τῶν ἡδονῶν
εἶναι. καὶ πάντα ἀγαθὸς ὁ μηδὲν κακός.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.