Εἰς τὸ ἐναντίον Ἀριστοφῶν.
1θεοὺς ὁμοίου πειράσεσθαι τοῦ δικαστηρίου καὶ περι- έσεσθαι τοῦ πάντας μὲν ἐνοχλοῦντος τοὺς εὐδοκιμοῦν- τας φθόνου, μάλιστα δέ, ὅτι καὶ μέγιστα δοκῶ κατορ- θοῦν, ἐμέ. ὑφ’ οὗ καὶ Κέφαλος οὗτος προαχθείς, οὐ γὰρ οὕτως ἐστὶν εὐήθης ὥστε παρ’ οἷς οὐδ’ ὁποίας
ἐστὶν ἔγνωσται γῆς ὡς ἄριστος οἴεσθαι τεύξεσθαι δωρεᾶς, βασκαίνων δὲ τῆς τιμῆς ἐφέστηκέ μοι τελευ- ταῖος, ἐπεὶ μηδεμίαν αἰτίαν ἔχει λοιπήν, τῆς δωρεᾶς συκοφάντης.
ψῆφον, ἢν ὧς περὶ καλοῦ κἀγαθοῦ πολλάκις ἠνέγκατε, μὴ περιβαλεῖν δέ με οἵᾳ μηδ’ ἂν ἁλόντα τιμωρίᾳ νενικηκότα, εἰ κριθήσομαι χείρων τοῦ μηδὲ κριθέντος ὅπως ζῇ καὶ πεπολίτευται.
οὐδεὶς ἂν εὕροιτο τιμὴν οὐδεμίαν, ἔργῳ μαρτυρεῖ Κέφαλος αὐτός, ἥκει γοῦν εἰς τὴν περὶ αὑτοῦ κρίσιν, θαυμαστὸν δὲ ὅπως τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας ἐν δικαστηρίῳ λοιδορεῖ καὶ δεῖται μὲν τῆς ὑμετέρας ψήφου νῦν, ὧς μόνην οὖσαν ἀρετῆς βεβαίωσιν, τῷ
δὲ πολλὰς ἔχοντι μηδεμιᾶς τυχὼν ἀνταγωνίζεται. οὐκ αἰτιῶμαι δὲ Κέφαλον τῆς ἀντιλογίας, μικροῦ δὲ καὶ χάριν ἔχω, διότι μοι παρέσχηκε μηδὲ τὴν δωρεὰν ἀκρίτως μηδὲ ὡς ἐξ αὐτομάτου τύχης, ἀλλὰ καὶ τοῦτο δι’ ἀγῶνος λαβεῖν.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.