ἄλλῃ δίκῃ φυλάττουσιν. ἀναβολὴ τιμωρίας, οὐκ ἀπαλ- λαγὴ τὸ γιγνόμενόν ἐστιν. ἡ μὲν οὐκ ἔχει πω τέλος, ἡ δ’ ἤρξατο. τὴν μὲν κατεγκέκληται, τὴν δὲ παραγράφεται. τὴν μὲν ὑπόμνυται, τὴν δ’ ἀγωνίζεται. μίαν οἶδεν ὁδόν, εἰς δικαστήριον ἐκ δικαστηρίου. πρὶν ἐπινίκια
θῦσαι περὶ τῆς ἀκρίτου γραφῆς εὔχεται. δέχεται κα- κὸν ἐκ κακοῦ, καὶ τῆς παρελθούσης σωτηρίας οὐδεμία αἴσθησις ὑπὸ τοῦ προσιόντος φόβου. τάχα καὶ νῦν ἐν γραφαῖς ἐστιν, οὐ γὰρ ἐγὼ πολυπραγμονῶ τὰ τούτου κακά, ζηλωτὴς δὲ τοῦ καθ’ ἡμέραν ἐπικινδύνου βίου.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.