λέγω τοὺς ἔξω τοῦ γένους; ἤλπιζον αὐτὸν ἔσεσθαι τοῦ Σόλωνος μιμητὴν τοῦτο μὲν τῆς φύσεως αὐτῆς ἐπὶ ταῦτα ἀγούσης, τοῦτο δὲ τῶν ἐμῶν πρὸς αὐτὸν 1 2 3 4 5 νουθεσιῶν. οὐ γὰρ ἔστιν ὅτε ἐπαυσάμην λέγων· Κρι- τία, Καλλαίσχρου παῖς εἶ τοῦ Κριτίου τοῦ Δρω- πίδου, Δρωπίδου τοῦ Σόλωνος ἀδελφοῦ. ζήλω- σον τοὺς πατέρας, θὲς νόμους συμφέροντας,
γρφάψον τοιαῦτα ψηφίσματα, μηδὲν ἡγήσῃ τῆς πατρίδος κάλλιον. ὑπὸ τοιαύτης ἤλπιζον, ὦ Ἀθη- ναίοι, γηροτροφήσεσθαι πολιτείας τοῦ παιδὸς μὲν ἃ 6 χρὴ ποιοῦντος, ἐμοῦ δὲ συνευδοκιμοῦντος. | καὶ γὰρ ὑπισχνεῖτο μὴ χείρων ἔσεσθαι τοῦ γένους ὁ κατά-
ρατος Κριτίας.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.