ὑψηλὴν καὶ κάλλος ἐνταφίων καὶ θρῆνον γυναικῶν, εἶτα τούτοις μέγα μνῆμα προστεθῇ; οὐκ ἔστιν. οὐχ οὕτως ἀμαθὴς ἐγὼ τῶν τοῖς ἀτυχοῦσι πρεπόντων. ἢν γὰρ δὴ νεύσητε καὶ δῶτε, δύο οἰκέτας τῆς νυκτὸς παραλαβὼν μικρᾷ γῇ καλύψω σῶμα ἄθλιον πονηρᾷ
ψυχῇ δεδουλευκός, σημεῖον δὲ οὐδὲν ἐπέσται τῶν γνω- ριζόντων τάφους, ὥστε τὸν ἐπιστάντα μὴ ἔχειν | 1 εἰπεῖν ὅτι τοῦτο τάφος. ἀκούσεται δὲ τοῦτο κρυπτόμενος· τοῦτό σοι, Κριτία, τῆς καλῆς δυναστείας τὸ πέρας, τοῦτ’ ἆθλον τῶν θαυμαστῶν ἡδονῶν.
οὗτος ὁ καρπὸς τῆς πολυεύκτου τυραννίδος. ἄταφος εἶ καὶ ταφείς, ἐκ δωρεᾶς τεθαμμένος.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.